23
τὰς μὲν δὴ πολιτικὰς δωρεὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ ὑμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντʼ ἀργυρίου δόντι πρὸς τὸν ἐπʼ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, διακοσίοις δʼ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον.
24
καὶ πρότερον τούτου Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτʼ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων ἀπὸ τῆς ἥττης διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον, μεγάλην καὶ τιμίαν, οἶμαι, καὶ σεμνὴν τὴν αὑτῶν πατρίδʼ ἡγούμενοι καὶ πάσης μείζονʼ εὐεργεσίας. νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φθόρους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας, τιμὴν ὥσπερ ἄλλου του τῶν ὠνίων λαμβάνοντες, ποιεῖσθε πολίτας.
25
ταῦτα δʼ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλʼ ὅτι τοῖς μὲν ἐφʼ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο. ἔστι δʼ οὐδέποτʼ, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν.
26
σκέψασθε δʼ ἅ τις κεφάλαιʼ ἂν ἔχοι τῶν πραγμάτων εἰπεῖν τῶν τʼ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι. πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δʼ ἢ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφʼ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. καίτοι νομίζετʼ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλʼ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς.