Thesauros Literature Oratory ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας

ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας

ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας Demosthenes
23 εἶτʼ οὐκ αἰσχρόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοις τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις ἥττηνται ὑπὸ Λακεδαιμονίων, ὑμεῖς δὲ νενικήκατε μὲν πολλάκις βασιλέα, ἥττησθε δʼ οὐδʼ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέως οὔτʼ αὐτοῦ ʼκείνου· εἰ γάρ τί που κεκράτηκε τῆς πόλεως βασιλεύς, ἢ τοὺς πονηροτάτους τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρήμασι πείσας ἢ οὐδαμῶς ἄλλως κεκράτηκεν.
24 καὶ οὐδὲ τοῦτʼ αὐτῷ συνενήνοχεν, ἀλλʼ ἅμʼ εὑρήσετʼ αὐτὸν τήν τε πόλιν διὰ Λακεδαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ βασιλείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον. οὔτʼ οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτʼ ἐπιβουλεῦσαι συνενήνοχεν αὐτῷ. ὁρῶ δʼ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρʼ οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δʼ ὡς ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους. εἰ δὲ τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δʼ ὡς φοβερῷ πάνθʼ ὑπείξομεν, πρὸς τίνας, ὦ ἄνδρες Ἀθηναῖοι, παραταξόμεθα;
25 εἰσὶ δέ τινες, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς παραινέσαιμʼ ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς τοὺς ἄλλους ζητεῖν τὰ δίκαια λέγειν, ἵνʼ αὐτοὶ τὰ προσήκοντα πρῶτοι φαίνωνται ποιοῦντες· ὡς ἔστʼ ἄτοπον περὶ τῶν δικαίων ὑμᾶς διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα· οὐ γάρ ἐστι δίκαιον ὄντα πολίτην τοὺς καθʼ ὑμῶν λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ ὑμῶν ἐσκέφθαι.
26 φέρε γὰρ πρὸς θεῶν σκοπεῖτε, τί δήποτʼ ἐν Βυζαντίῳ οὐδείς ἐσθʼ ὁ διδάξων ἐκείνους μὴ καταλαμβάνειν Χαλκηδόνα, ἣ βασιλέως μέν ἐστιν, εἴχετε δʼ αὐτὴν ὑμεῖς, ἐκείνοις δʼ οὐδαμόθεν προσῆκεν· μηδὲ Σηλυμβρίαν, πόλιν ὑμετέραν ποτὲ σύμμαχον οὖσαν, ὡς αὑτοὺς συντελῆ ποιεῖν καὶ Βυζαντίων ὁρίζειν τὴν τούτων χώραν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ἐν αἷς αὐτονόμους τὰς πόλεις εἶναι γέγραπται;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme