265
ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.
266
ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδʼ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γʼ, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.
267
φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρʼ ἃς παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου, ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλαςEur. Hec. 1καὶ κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με, unknownκαὶ κακὸν κακῶς σε unknown μάλιστα μὲν οἱ θεοί, ἔπειθʼ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν.
267
λέγε τὰς μαρτυρίας.
267
ΜΑΡΤΥΡΙΑΙ.
268
ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος· ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθʼ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτʼ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτʼ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν.
269
καὶ γὰρ οὕτω πως ὑπείληφα. ἐγὼ νομίζω τὸν μὲν εὖ παθόντα δεῖν μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν δὲ ποιήσαντʼ εὐθὺς ἐπιλελῆσθαι, εἰ δεῖ τὸν μὲν χρηστοῦ, τὸν δὲ μὴ μικροψύχου ποιεῖν ἔργον ἀνθρώπου. τὸ δὲ τὰς ἰδίας εὐεργεσίας ὑπομιμνῄσκειν καὶ λέγειν μικροῦ δεῖν ὅμοιόν ἐστι τῷ ὀνειδίζειν. οὐ δὴ ποιήσω τοιοῦτον οὐδέν, οὐδὲ προαχθήσομαι, ἀλλʼ ὅπως ποθʼ ὑπείλημμαι περὶ τούτων, ἀρκεῖ μοι.