Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
37 ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν. καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν καί φησιν αὐτὸς αἴτιος γεγενῆσθαι, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι·
38 ἃ δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων. λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε.
38 ΕΠΙΣΤΟΛΗ.
39 ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. ταύτης τοίνυν οὐδʼ ὁτιοῦν ἐσθʼ ὑγιές. καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστʼ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε· τοὺς δʼ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδένʼ ἐνθυμηθῆναί φησι λύσασθαι.
40 μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπʼ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτʼ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων· ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην, γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδʼ ὃ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτω τότʼ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε.
40 ΕΞ ΕΠΙΣΤΟΛΗΣ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme