Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
74 Αἰσχίνης αὐτὸς οὑτοσί. οὐ γὰρ ὡς εἰ μὴ διὰ Λακεδαιμονίους, οὐδʼ ὡς εἰ μὴ Πρόξενον οὐχ ὑπεδέξαντο, οὐδʼ ὡς εἰ μὴ διʼ Ἡγήσιππον, οὐδʼ ὡς εἰ μὴ διὰ τὸ καὶ τὸ ἐσώθησαν ἂν οἱ Φωκεῖς, οὐχ οὕτω τότʼ ἀπήγγειλεν, ἀλλὰ πάντα ταῦθʼ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον Φωκέας σῴζειν, τὴν Βοιωτίαν οἰκίζειν, ὑμῖν τὰ πράγματʼ οἰκεῖα ποιεῖν· ταῦτα πεπράξεσθαι δυοῖν ἢ τριῶν ἡμερῶν· διὰ ταῦτα χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.
75 μὴ τοίνυν ἃ πρὸ τοῦ τοῦτον ἀπαγγεῖλαι ταῦτʼ ἐπέπρακτʼ ἢ Λακεδαιμονίοις ἢ Φωκεῦσιν ἀκούετε μηδʼ ἀνέχεσθε, μηδὲ κατηγορεῖν ἐᾶτε Φωκέων ὡς πονηροί. οὐδὲ γὰρ Λακεδαιμονίους διὰ τὴν ἀρετὴν αὐτῶν ποτʼ ἐσώσατε, οὐδὲ τοὺς καταράτους Εὐβοέας τουτουσί, οὐδʼ ἄλλους πολλούς, ἀλλʼ ὅτι συμφέρον ἦν σῶς εἶναι τῇ πόλει, ὥσπερ Φωκέας νυνί. καὶ τί τῶν Φωκέων ἢ τῶν Λακεδαιμονίων ἢ ὑμῶν ἢ ἄλλου τινὸς ἀνθρώπων μετὰ τοὺς παρὰ τούτου λόγους ἐξαμαρτόντος οὐκ ἀπέβη τὰ πρὸς ὑμᾶς ὑπὸ τούτου τότε ῥηθέντα; τοῦτʼ ἐρωτᾶτε· οὐ γὰρ ἕξει δεῖξαι.
76 πέντε γὰρ ἡμέραι γεγόνασι μόναι, ἐν αἷς οὗτος ἀπήγγειλε τὰ ψευδῆ, ὑμεῖς ἐπιστεύσατε, οἱ Φωκεῖς ἐπύθοντο, ἐνέδωκαν ἑαυτούς, ἀπώλοντο. ὅθεν οἶμαι καὶ δῆλόν ἐστι σαφῶς, ὅτι πᾶσʼ ἀπάτη καὶ τέχνη συνεσκευάσθη τοῦ περὶ Φωκέας ὀλέθρου. ὃν μὲν γὰρ χρόνον οὐχ οἷός τʼ ἦν ἐλθεῖν ὁ Φίλιππος διὰ τὴν εἰρήνην, ἀλλʼ ἦν ἐν παρασκευῇ, τοὺς Λακεδαιμονίους μετεπέμπετο, πάντα τὰ πράγμαθʼ ὑποσχόμενος πράξειν ἐκείνοις, ἵνα μὴ διʼ ὑμῶν αὐτοὺς οἱ Φωκεῖς ὑποποιήσωνται.
77 ἐπειδὴ δʼ ἧκεν εἰς Πύλας, οἱ Λακεδαιμόνιοι δʼ αἰσθόμενοι τὴν ἐνέδραν ὑπεχώρησαν, τοῦτον αὖ προκαθῆκεν ἐξαπατᾶν ὑμᾶς, ἵνα μὴ πάλιν, ὑμῶν αἰσθομένων ὅτι Θηβαίοις τὰ πράγματα πράττει, εἰς χρόνους καὶ πόλεμον καὶ τριβὴν ἐμπέσῃ, τῶν μὲν Φωκέων ἀμυνομένων, ὑμῶν δὲ βοηθούντων, ἀλλʼ ἀκονιτεὶ πάνθʼ ὑφʼ ἑαυτῷ ποιήσηται· ὅπερ καὶ γέγονεν. μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας ἐξηπάτησε Φίλιππος, διὰ ταῦθʼ ὧν ὑμᾶς οὗτος ἐξηπάτησε μὴ δότω δίκην· οὐ γὰρ δίκαιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme