Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
185 ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθʼ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτʼ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ διʼ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων.
186 ἐφʼ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθʼ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθʼ ἁπλῶς ἀφῄρηται.
187 ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν. πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ, τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω, ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα, τὸ ἄχρι κόρου, παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς.
187 ΕΠΙΣΤΟΛΑΙ ΦΙΛΙΠΠΟΥ.
188 οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν.
189 ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί; ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme