Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
190 ἐγὼ δʼ οἶδʼ ὅτι πάντες οἱ πρυτάνεις θύουσιν ἑκάστοτε κοινῇ καὶ συνδειπνοῦσιν ἀλλήλοις καὶ συσπένδουσιν· καὶ οὐ διὰ ταῦθʼ οἱ χρηστοὶ τοὺς πονηροὺς μιμοῦνται, ἀλλʼ ἐὰν ἀδικοῦντα λάβωσί τινʼ αὑτῶν, τῇ βουλῇ καὶ τῷ δήμῳ δηλοῦσιν. ἡ βουλὴ ταὐτὰ ταῦτα, εἰσιτητήριʼ ἔθυσε, συνειστιάθη, σπονδῶν, ἱερῶν ἐκοινώνησεν· οἱ στρατηγοί, σχεδὸν ὡς εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι. ἆρʼ οὖν διὰ ταῦτα τοῖς ἀδικοῦσιν ἑαυτῶν ἔδωκαν ἄδειαν; πολλοῦ γε καὶ δεῖ.
191 λέων Τιμαγόρου κατηγόρει συμπεπρεσβευκὼς τέτταρʼ ἔτη, Εὔβουλος Θάρρηκος καὶ Σμικύθου συσσεσιτηκώς, Κόνων ὁ παλαιὸς ἐκεῖνος Ἀδειμάντου συστρατηγήσας. πότερʼ οὖν τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη, οἱ προδιδόντες καὶ οἱ παραπρεσβεύοντες καὶ οἱ δωροδοκοῦντες, ἢ οἱ κατηγοροῦντες; οἱ ἀδικοῦντες δηλονότι τὰς ὅλης γε τῆς πατρίδος σπονδάς, ὥσπερ σύ, οὐ μόνον τὰς ἰδίας.
192 ἵνα τοίνυν εἰδῆθʼ ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτʼ ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὗτοι φαυλότατοι καὶ πονηρότατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἔξω τι τῆς πρεσβείας ταύτης. ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπιʼ ἐποίει, εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν.
193 ἑστιῶν δʼ αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότας ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται; ἤ τινʼ ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὑτὸν ἀηδίαν ἐνεορακώς; εἰπεῖν δή φασι τὸν Σάτυρον ὅτι, ὧν μὲν οἱ ἄλλοι δέονται, οὐδενὸς ὢν ἐν χρείᾳ τυγχάνει, ἃ δʼ ἂν αὐτὸς ἐπαγγείλαιθʼ ἡδέως, ῥᾷστα μέν ἐστιν Φιλίππῳ δοῦναι καὶ χαρίσασθαι πάντων, δέδοικε δὲ μὴ διαμάρτῃ.
194 κελεύσαντος δʼ ἐκείνου λέγειν καί τι καὶ νεανιευσαμένου τοιοῦτον, ὡς οὐδὲν ὅ τι οὐ ποιήσει, εἰπεῖν φασιν αὐτὸν ὅτι ἦν αὐτῷ Ἀπολλοφάνης ὁ Πυδναῖος ξένος καὶ φίλος, ἐπειδὴ δὲ δολοφονηθεὶς ἐτελεύτησεν ἐκεῖνος, φοβηθέντες οἱ συγγενεῖς αὐτοῦ ὑπεξέθεντο τὰς θυγατέρας παιδίʼ ὄντʼ εἰς Ὄλυνθον. αὗται τοίνυν τῆς πόλεως ἁλούσης αἰχμάλωτοι γεγόνασι καὶ εἰσὶν παρὰ σοί, ἡλικίαν ἔχουσαι γάμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme