Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
243 ἀλλὰ μὴν καὶ ἔπη τοῖς δικασταῖς ἔλεγες, οὐδένα μάρτυρʼ ἔχων ἐφʼ οἷς ἔκρινες τὸν ἄνθρωπον παρασχέσθαι· φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶπολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. Hes. WD 763-764 οὐκοῦν, Αἰσχίνη, καὶ σὲ πάντες οὗτοι χρήματʼ ἐκ τῆς πρεσβείας φασὶν εἰληφέναι, ὥστε καὶ κατὰ σοῦ δήπουθεν φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσιν.
244 ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ʼκεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδʼ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθʼ ὅστις οὔ φησι χρήματʼ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστʼ, εἴπερ ἐστʼ ἀληθὴς ἡ φήμη, καθʼ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ θεός νύ τίς ἐστι καὶ αὐτή, καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.
245 ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτιτοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών. unknown εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτʼ εἰπών, ἀγνοεῖτʼ, ἔφη, ποῖόν τινʼ ἡγεῖσθαι δεῖ; οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθʼ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δʼ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφʼ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.
246 λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖʼ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμʼ οὐδεπώποτʼ οὔτε Θεόδωρος οὔτʼ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δʼ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημένʼ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme