288
καὶ μὴν εἰς ὅσην ἀτιμίαν τὴν πόλιν ἡμῶν ἡ τούτου πονηρία καὶ ψευδολογία καταστήσασʼ ἔχει, πάντα τἄλλʼ ἀφείς, ὃ πάντες ὑμεῖς ἴστʼ ἐρῶ. πρότερον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τί παρʼ ὑμῖν ἐψήφισται, τοῦτʼ ἐπετήρουν οἱ ἄλλοι πάντες Ἕλληνες· νῦν δʼ ἤδη περιερχόμεθʼ ἡμεῖς τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες, καὶ ὠτακουστοῦντες τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων, ποῖ πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν.
289
οὐ τοιαῦτα ποιοῦμεν; ἐγὼ δʼ οὐ δέδοικʼ εἰ Φίλιππος ζῇ, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι. οὐδὲ φοβεῖ με Φίλιππος, ἂν τὰ παρʼ ὑμῶν ὑγιαίνῃ, ἀλλʼ εἰ παρʼ ὑμῖν ἄδεια γενήσεται τοῖς παρʼ ἐκείνου μισθαρνεῖν βουλομένοις, καὶ συνεροῦσί τινες τούτοις τῶν ὑφʼ ὑμῶν πεπιστευμένων, καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἀρνούμενοι μὴ πράττειν ὑπὲρ Φιλίππου νῦν ἀναβήσονται, ταῦτα φοβεῖ με.
290
τί γὰρ δή ποτʼ, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστί σοι, καὶ Θρασυβούλῳ πρώην, τῷ Νικηράτου θείῳ, ἐπὶ μὲν τῆς πρώτης ψήφου οὐδʼ ὑπακοῦσαι καλούμενος ἤθελες, εἰς δὲ τὸ τίμημʼ ἀναβὰς ὑπὲρ μὲν ἐκείνων οὐδʼ ὁτιοῦν ἔλεγες, ἐδέου δὲ τῶν δικαστῶν συγγνώμην ἔχειν σοί; εἶθʼ ὑπὲρ μὲν συγγενῶν καὶ ἀναγκαίων ἀνθρώπων οὐκ ἀναβαίνεις, ὑπὲρ Αἰσχίνου δʼ ἀναβήσει,
291
ὅς, ἡνίκʼ ἔκρινεν Ἀριστοφῶν Φιλόνικονκαὶ διʼ ἐκείνου τῶν σοὶ πεπραγμένων κατηγόρει, συγκατηγόρει μετʼ ἐκείνου σοῦ καὶ τῶν ἐχθρῶν τῶν σῶν εἷς ἐξητάζετο; ἐπειδὴ δὲ σὺ μὲν τουτουσὶ δεδιξάμενος καὶ φήσας καταβαίνειν εἰς Πειραιᾶ δεῖν ἤδη καὶ χρήματʼ εἰσφέρειν καὶ τὰ θεωρικὰ στρατιωτικὰ ποιεῖν, ἢ χειροτονεῖν ἃ συνεῖπε μὲν οὗτος, ἔγραψε δʼ ὁ βδελυρὸς Φιλοκράτης, ἐξ ὧν αἰσχρὰν ἀντʼ ἴσης συνέβη γενέσθαι τὴν εἰρήνην,
292
οὗτοι δὲ τοῖς μετὰ ταῦτʼ ἀδικήμασι πάντʼ ἀπολωλέκασι, τηνικαῦτα διήλλαξαι; καὶ ἐν μὲν τῷ δήμῳ κατηρῶ Φιλίππῳ καὶ κατὰ τῶν παίδων ὤμνυες ἦ μὴν ἀπολωλέναι Φίλιππον ἂν βούλεσθαι· νῦν δὲ βοηθήσεις τούτῳ; πῶς οὖν ἀπολεῖται, ὅταν τοὺς παρʼ ἐκείνου δωροδοκοῦντας σὺ σῴζῃς;