Thesauros Literature Oratory περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
293 τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλʼ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρʼ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς· τοὺς δʼ ἔχοντας, ὁμολογοῦντας, ἐξελεγχομένους ἐπʼ αὐτοφώρῳ ἐπὶ τῷ τῶν συμμάχων ὀλέθρῳ ταῦτα πεποιηκότας, τούτους οὐ κρίνεις, ἀλλὰ καὶ σῴζειν κελεύεις;
294 καὶ μὴν ὅτι ταῦτα μέν ἐστιν φοβερὰ καὶ προνοίας καὶ φυλακῆς πολλῆς δεόμενα, ἐφʼ οἷς δʼ ἐκείνους σὺ ἔκρινες, γέλως, ἐκείνως ὄψεσθε. ἦσαν ἐν Ἤλιδι κλέπτοντες τὰ κοινά τινες; καὶ μάλʼ εἰκός γε. ἔστιν οὖν ὅστις μετέσχεν αὐτόθι νῦν τούτων τοῦ καταλῦσαι τὸν δῆμον; οὐδὲ εἷς. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ μὲν οἴομαι. ἆρʼ οὖν διὰ τούτους ἀπώλετʼ Ὄλυνθος; οὔ. τί δʼ; ἐν Μεγάροις οὐκ οἴεσθʼ εἶναί τινα καὶ κλέπτην καὶ παρεκλέγοντα τὰ κοινά; ἀνάγκη. καὶ πέφηνέ τις αἴτιος αὐτόθι νῦν τούτων τῶν συμβεβηκότων πραγμάτων; οὐδὲ εἷς.
295 ἀλλὰ ποῖοί τινες οἱ τὰ τηλικαῦτα καὶ τοιαῦτʼ ἀδικοῦντες; οἱ νομίζοντες αὑτοὺς ἀξιόχρεως εἶναι τοῦ Φιλίππου ξένοι καὶ φίλοι προσαγορεύεσθαι, οἱ στρατηγιῶντες καὶ προστασίας ἀξιούμενοι, οἱ μείζους τῶν πολλῶν οἰόμενοι δεῖν εἶναι. οὐ Πέριλλος ἐκρίνετʼ ἔναγχος ἐν Μεγάροις ἐν τοῖς τριακοσίοις, ὅτι πρὸς Φίλιππον ἀφίκετο, καὶ παρελθὼν Πτοιόδωρος αὐτὸν ἐξῃτήσατο, καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ πρῶτος Μεγαρέων, καὶ πάλιν ὡς Φίλιππον ἐξέπεμψε, καὶ μετὰ ταῦθʼ ὁ μὲν ἧκεν ἄγων τοὺς ξένους, ὁ δʼ ἔνδον ἐτύρευε; τοιαῦτα.
296 οὐ γὰρ ἔστιν, οὐκ ἔσθʼ ὅ τι τῶν πάντων μᾶλλον εὐλαβεῖσθαι δεῖ ἢ τὸ μείζω τινὰ τῶν πολλῶν ἐᾶν γίγνεσθαι. μή μοι σῳζέσθω μηδʼ ἀπολλύσθω μηδείς, ἂν ὁ δεῖνα βούληται, ἀλλʼ ὃν ἂν τὰ πεπραγμένα σῴζῃ καὶ τοὐναντίον, τούτῳ τῆς προσηκούσης ψήφου παρʼ ὑμῶν ὑπαρχέτω τυγχάνειν· τοῦτο γάρ ἐστι δημοτικόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme