Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
116 ὅτι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς προγόνοις ὑμῶν ἔθος ἦν τοὺς χρηστοὺς τιμᾶν, δηλοῖ τὸ ψήφισμα τουτί· εἰ δὲ μὴ τοῖς αὐτοῖς οἷσπερ ἡμεῖς νῦν, ἕτερόν τι τοῦτʼ ἂν εἴη. εἰ τοίνυν μήτε Λυσίμαχον μήτʼ ἄλλον μηδένα μηδὲν εὑρῆσθαι παρὰ τῶν προγόνων ἡμῶν συγχωρήσαιμεν, τί μᾶλλον, οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν;
117 οὐ γὰρ οἱ μὴ δόντες ἃ μὴ ʼδόκει δεινόν εἰσιν οὐδὲν εἰργασμένοι, ἀλλʼ οἱ δόντες μέν, πάλιν δʼ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι. εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῴ τι, τοῦτʼ ἀφῃρημένους, συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι, καίτοι τοῦτό γʼ αἰσχρὸν ὁμοίως· εἰ δὲ μηδʼ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτʼ ἔχοι δεῖξαι γεγονός, τίνος εἵνεκʼ ἐφʼ ἡμῶν πρώτων καταδειχθῇ τοιοῦτον ἔργον;
118 χρὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐνθυμεῖσθαι καὶ ὁρᾶν, ὅτι νῦν ὀμωμοκότες κατὰ τοὺς νόμους δικάσειν ἥκετε, οὐχὶ τοὺς Λακεδαιμονίων οὐδὲ Θηβαίων, οὐδʼ οἷς ποτʼ ἐχρήσανθʼ οἱ πρῶτοι τῶν προγόνων, ἀλλὰ καθʼ οὓς ἔλαβον τὰς ἀτελείας οὓς ἀφαιρεῖται νῦν οὗτος τῷ νόμῳ, καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσι, γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν. καλῶς. τὸ τοίνυν τῆς γνώμης πρὸς ἅπαντʼ ἀνενέγκατε τὸν νόμον.
119 ἆρʼ οὖν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς εὐεργέτας τιμᾶν; δίκαιον. τί δέ; ὅσʼ ἂν δῷ τις ἅπαξ, δίκαιον ἔχειν ἐᾶν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνʼ εὐορκῆτε, καὶ τοὺς προγόνους ὀργίζεσθʼ ἂν μή τις φῇ ποιεῖν, καὶ τοὺς τὰ τοιαῦτα λέγοντας παραδείγματα, ὡς ἄρʼ ἐκεῖνοι μεγάλʼ εὖ παθόντες οὐδένʼ ἐτίμησαν, καὶ πονηροὺς καὶ ἀπαιδεύτους ἡγεῖσθʼ εἶναι, πονηροὺς μὲν διότι καταψεύδονται τῶν προγόνων ὑμῶν ὡς ἀχαρίστων, ἀμαθεῖς δὲ διότι ἐκεῖνʼ ἀγνοοῦσιν, ὅτι εἰ τὰ μάλιστα ταῦθʼ οὕτως εἶχεν, ἀρνεῖσθαι μᾶλλον ἢ λέγειν αὐτοῖς προσῆκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme