Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
120 οἴομαι τοίνυν καὶ τοῦτον τὸν λόγον Λεπτίνην ἐρεῖν, ὡς τὰς εἰκόνας καὶ τὴν σίτησιν οὐκ ἀφαιρεῖται τῶν εἰληφότων ὁ νόμος, οὐδὲ τῆς πόλεως τὸ τιμᾶν τοὺς ὄντας ἀξίους, ἀλλʼ ἔσται χαλκοῦς ἱστάναι καὶ σίτησιν διδόναι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε, πλὴν τούτου. ἐγὼ δʼ ὑπὲρ ὧν μὲν τῇ πόλει καταλείπειν φήσει, τοσοῦτο λέγω· ὅταν ὧν ἐδώκατέ τῳ πρότερόν τι, τοῦτʼ ἀφέλησθε, καὶ τὰς ὑπολοίπους ἀπίστους ποιήσετε πάσας δωρειάς. τί γὰρ ἔσται πιστότερον τὸ τῆς εἰκόνος ἢ τῆς σιτήσεως ἢ τὸ τῆς ἀτελείας, ἣν πρότερόν τισι δόντες ἀφῃρημένοι φανεῖσθε;
121 ἔτι δʼ εἰ μηδὲν ἔμελλε τοῦτʼ ἔσεσθαι δυσχερές, οὐδʼ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι, εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν διʼ ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστʼ εὐεργετοῦσιν, ἢ μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει. μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθʼ ὑμῖν συμφέρει συμβαίνειν πολλάκις καιρόν, οὔτʼ ἴσως ῥᾴδιον αἰτίῳ γενέσθαι·
122 μετρίων δὲ καὶ ὧν ἂν ἐν εἰρήνῃ τις καὶ πολιτείᾳ δύναιτʼ ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρειῶν, ἵνʼ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρειάν.
123 ἀλλὰ μὴν ὑπὲρ ὧν γε τοῖς εὑρημένοις τὰς τιμὰς καταλείπειν φήσει, οἱ μὲν ἁπλᾶ πάνυ καὶ δίκαιʼ ἂν εἴποιεν, πάνθʼ ὅσα τῶν αὐτῶν ἕνεκʼ αὐτοῖς ἔδοτʼ εὐεργεσιῶν ἀξιοῦντες ἔχειν, οἱ δὲ φενακίζειν τὸν ὡς καταλείπεται λέγοντά τι αὐτοῖς. ὁ γὰρ ἄξια τῆς ἀτελείας εὖ πεποιηκέναι δόξας καὶ ταύτην παρʼ ὑμῶν λαβὼν τὴν τιμὴν μόνην, ἢ ξένος ἢ καί τις πολίτης, ἐπειδὰν ἀφαιρεθῇ ταύτην, τίνʼ ἔχει λοιπὴν δωρειάν, Λεπτίνη; οὐδεμίαν δήπου. μὴ τοίνυν διὰ μὲν τοῦ τῶνδε κατηγορεῖν ὡς φαύλων ἐκείνους ἀφαιροῦ, διʼ ἃ δʼ αὖ καταλείπειν ἐκείνοις φήσεις, τούσδʼ ὃ μόνον λαβόντες ἔχουσι, τοῦτʼ ἀφέλῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme