128
καλῶς· κατάθες. γράψας ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσι, μηδένʼ εἶναι προσέγραψεν ἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος. τίνος ἕνεκα, εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λῃτουργεῖν; αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται.
129
ἡδέως δʼ ἂν ἔγωγʼ ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν ἢ σὺ νῦν καταλείπειν φήσεις ἢ ἐκείνους τότε δοῦναι, τὰς λῃτουργίας ὅταν εἶναι φῇς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἴσʼ ἀτελεῖς· τῶν δὲ λῃτουργιῶν, εἴπερ εἴσʼ ἱερῶν, οὐδʼ ἔχουσιν.
130
ἀλλὰ μὴν γέγραπταί γʼ ἀτελεῖς αὐτοὺς εἶναι. τίνος; ἢ τοῦ μετοικίου; τοῦτο γὰρ λοιπόν. οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λῃτουργιῶν, ὡς ἥ τε στήλη δηλοῖ καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ καὶ μαρτυρεῖ πᾶς ὁ πρὸ τοῦ χρόνος γεγονώς, ἐν ᾧ τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτʼ ἐνεγκεῖν ἐτόλμησεν οὐδεμίʼ οὐδένα τῶν ἀπʼ ἐκείνων χορηγόν, οὔτʼ ἐνεχθεὶς αὐτοῖς ἄλλος οὐδεὶς ἀντιδοῦναι. οἷς οὐκ ἀκουστέον ἂν ἐναντία τολμᾷ λέγειν.
131
ἔτι τοίνυν ἴσως ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς καὶ Μεσσήνιοί τινες εἶναι φάσκοντες, ἔπειτʼ ἀτελεῖς εἰσιν, ἁθρόοι παμπληθεῖς ἄνθρωποι, καί τινες ἄλλοι δοῦλοι καὶ μαστιγίαι, Λυκίδας καὶ Διονύσιος, καὶ τοιούτους τινὰς ἐξειλεγμένοι. ὑπὲρ δὴ τούτων ὡδὶ ποιήσαθʼ ὅταν ταῦτα λέγωσι· κελεύετʼ, εἴπερ ἀληθῆ λέγουσι πρὸς ὑμᾶς, τὰ ψηφίσματʼ ἐν οἷς ἀτελεῖς εἰσιν οὗτοι δεῖξαι. οὐ γάρ ἐστʼ οὐδεὶς ἀτελὴς παρʼ ὑμῖν ὅτῳ μὴ ψήφισμʼ ἢ νόμος δέδωκε τὴν ἀτέλειαν.
132
πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων γεγόνασι παρʼ ὑμῖν τοιοῦτοι, ὧν εἷς ἐστιν ὁ Λυκίδας. ἀλλʼ ἕτερον πρόξενόν ἐστʼ εἶναι καὶ ἀτέλειαν εὑρῆσθαι. μὴ δὴ παραγόντων ὑμᾶς, μηδʼ, ὅτι δοῦλος ὢν ὁ Λυκίδας καὶ Διονύσιος καί τις ἴσως ἄλλος διὰ τοὺς μισθοῦ τὰ τοιαῦτα γράφοντας ἑτοίμως πρόξενοι γεγόνασι, διὰ τοῦθʼ ἑτέρους ἀξίους καὶ ἐλευθέρους καὶ πολλῶν ἀγαθῶν αἰτίους, ἃς ἔλαβον δικαίως παρʼ ὑμῶν δωρειὰς ἀφελέσθαι ζητούντων.