Thesauros Literature Oratory περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
18 τάχα τοίνυν ἴσως ἐκεῖνο λέγειν ἂν ἐπιχειρήσειε Λεπτίνης, ἀπάγων ὑμᾶς ἀπὸ τούτων, ὡς αἱ λῃτουργίαι νῦν μὲν εἰς πένητας ἀνθρώπους ἔρχονται, ἐκ δὲ τοῦ νόμου τούτου λῃτουργήσουσιν οἱ πλουσιώτατοι. ἔστι δὲ τοῦθʼ οὑτωσὶ μὲν ἀκοῦσαι λόγον τινʼ ἔχον· εἰ δέ τις αὔτʼ ἀκριβῶς ἐξετάσειε, ψεῦδος ἂν φανείη. εἰσὶ γὰρ δήπου παρʼ ἡμῖν αἵ τε τῶν μετοίκων λῃτουργίαι καὶ αἱ πολιτικαί, ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ἡ ἀτέλεια ἣν οὗτος ἀφαιρεῖται. τῶν γὰρ εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως εἰσφορῶν καὶ τριηραρχιῶν ὀρθῶς καὶ δικαίως οὐδείς ἐστʼ ἀτελὴς ἐκ τῶν παλαιῶν νόμων, οὐδʼ οὓς οὗτος ἔγραψε, τοὺς ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.
19 σκεψώμεθα δὴ τίνας ἡμῖν εἰσποιεῖ χορηγοὺς εἰς ἐκείνας τὰς λῃτουργίας, καὶ πόσους, ἐὰν μὴ τούτῳ προσέχωμεν, ἀφήσει. οἱ μὲν τοίνυν πλουσιώτατοι τριηραρχοῦντες ἀεὶ τῶν χορηγιῶν ἀτελεῖς ὑπάρχουσιν, οἱ δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοι, τὴν ἀναγκαίαν ἀτέλειαν ἔχοντες, ἔξω τοῦ τέλους εἰσὶ τούτου· οὐκοῦν τούτων μὲν οὐδετέρων οὐδεὶς διὰ τὸν νόμον ἡμῖν προσέσται χορηγός.
20 ἀλλὰ νὴ Δίʼ εἰς τὰς τῶν μετοίκων λῃτουργίας εἰσποιεῖ πολλούς. ἀλλʼ ἐὰν δείξῃ πέντε, ἐγὼ ληρεῖν ὁμολογῶ. θήσω τοίνυν ἐγὼ μὴ τοιοῦτον εἶναι τοῦτο, ἀλλὰ καὶ τῶν μετοίκων πλείονας ἢ τοσούτους, ἐὰν ὁ νόμος τεθῇ, τοὺς λῃτουργοῦντας ἔσεσθαι, καὶ τῶν πολιτῶν μηδένʼ ἐκ τριηραρχίας ὑπάρξειν ἀτελῆ. σκεψώμεθα δὴ τί τοῦτο τῇ πόλει, ἐὰν ἅπαντες οὗτοι λῃτουργῶσιν· φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ τῆς γενησομένης ἄξιον αἰσχύνης.
21 ὅρα δʼ οὑτωσί. εἰσὶ τῶν ξένων ἀτελεῖς—δέκα θήσω· καὶ μὰ τοὺς θεούς, ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντʼ εἶναι. καὶ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πλείους ἢ πέντʼ ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα. πόσοι δή ποτʼ εἰσὶν οἱ κατʼ ἐνιαυτὸν τὰς ἐγκυκλίους λῃτουργίας λῃτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι καὶ ἑστιάτορες; ἑξήκοντʼ ἴσως ἢ μικρῷ πλείους σύμπαντες οὗτοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme