Thesauros Literature Oratory κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
123 τοῦτο μέντοι τὸ τοιοῦτον ἔθος καὶ τὸ κατασκεύασμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς ὑπὲρ αὑτῶν ἐπεξιοῦσι δικαίως ἔτι πλείω περιιστάναι κακά, οὐκ ἐμοὶ μὲν ἄξιόν ἐστʼ ἀγανακτεῖν καὶ βαρέως φέρειν, ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον, ἐκλογιζομένοις καὶ θεωροῦσιν ὅτι τοῦ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾳδίως κακῶς παθεῖν ἐγγύταθʼ ὑμῶν εἰσιν οἱ πενέστατοι καὶ ἀσθενέστατοι, τοῦ δʼ ὑβρίσαι καὶ τοῦ ποιήσαντας μὴ δοῦναι δίκην, ἀλλὰ τοὺς ἀντιπαρέξοντας πράγματα μισθώσασθαι, οἱ βδελυροὶ καὶ χρήματʼ ἔχοντές εἰσιν ἐγγυτάτω.
124 οὐ δὴ δεῖ παρορᾶν τὰ τοιαῦτα, οὐδὲ τὸν ἐξείργοντα δέει καὶ φόβῳ τὸ δίκην ὧν ἂν ἡμῶν ἀδικηθῇ τις λαμβάνειν παρʼ αὐτοῦ ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ τὰς τῆς ἰσηγορίας καὶ τὰς τῆς ἐλευθερίας ἡμῶν μετουσίας ἀφαιρεῖσθαι. ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην, καὶ ἄλλος τις ἄν, ψευδῆ λόγον καὶ συκοφαντίαν, καὶ οὐκ ἀνήρπασμαι· οἱ δὲ πολλοὶ τί ποιήσετε, ἂν μὴ δημοσίᾳ πᾶσιν φοβερὸν καταστήσητε τὸ εἰς ταῦτʼ ἀποχρῆσθαι τῷ πλουτεῖν;
125 δόντα λόγον καὶ ὑποσχόντα κρίσιν περὶ ὧν ἄν τις ἐγκαλῇ, τότʼ ἀμύνεσθαι τοὺς ἀδίκως ἐφʼ αὑτὸν ἐλθόντας χρή, καὶ τότʼ, ἂν ἀδικοῦντας ὁρᾷ τις, οὐ προαναρπάζειν, οὐδʼ ἐπάγοντʼ αἰτίας ψευδεῖς ἄκριτον ζητεῖν ἀποφεύγειν, οὐδʼ ἐπὶ τῷ διδόναι δίκην ἀσχάλλειν, ἀλλὰ μὴ ποιεῖν ἐξ ἀρχῆς ἀσελγὲς μηδέν.
126 ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμʼ ὑβρίσθην, καὶ πάντʼ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά· οὐ γὰρ ἴσως ῥᾴδιον πάντʼ εἰπεῖν. ἔχει δʼ οὕτως. οὐκ ἔστʼ ἐφʼ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλʼ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν ἡ φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δʼ οἷς ἔμʼ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, διʼ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν· ἐφʼ ἅπασι δὲ τούτοις ὁ θεός, ᾧ χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτʼ ἐστί, τὸ σεμνὸν καὶ τὸ δαιμόνιον συνηδίκηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme