Thesauros Literature Oratory κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
161 ἐγένοντʼ εἰς Εὔβοιαν ἐπιδόσεις παρʼ ὑμῖν πρῶται· τούτων οὐκ ἦν Μειδίας, ἀλλʼ ἐγώ, καὶ συντριήραρχος ἦν μοι Φιλῖνος ὁ Νικοστράτου. ἕτεραι δεύτεραι μετὰ ταῦτʼ εἰς Ὄλυνθον· οὐδὲ τούτων ἦν Μειδίας. καίτοι τόν γε δὴ φιλότιμον πανταχοῦ προσῆκεν ἐξετάζεσθαι. τρίται νῦν αὗται γεγόνασιν ἐπιδόσεις· ἐνταῦθʼ ἐπέδωκεν. πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων παρὼν οὐκ ἐπεδίδου τότε·
162 ἐπειδὴ δὲ πολιορκεῖσθαι τοὺς ἐν Ταμύναις στρατιώτας ἐξηγγέλλετο, καὶ πάντας ἐξιέναι τοὺς ὑπολοίπους ἱππέας, ὧν εἷς οὗτος ἦν, προεβούλευσεν ἡ βουλή, τηνικαῦτα φοβηθεὶς τὴν στρατείαν ταύτην εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν, πρὶν καὶ προέδρους καθέζεσθαι, παρελθὼν ἐπέδωκεν. τῷ δῆλον, ὥστε μηδʼ ἀντειπεῖν αὐτὸν ἔχειν, ὅτι τὴν στρατείαν φεύγων, οὐ φιλοτιμίᾳ, τοῦτʼ ἐποίησεν; τοῖς μετὰ ταῦτα πραχθεῖσιν ὑπʼ αὐτοῦ.
163 τὸ μὲν γὰρ πρῶτον, ὡς οὐκ ἐδόκει, προϊούσης τῆς ἐκκλησίας καὶ λόγων γιγνομένων, τῆς τῶν ἱππέων βοηθείας ἤδη δεῖν, ἀλλʼ ἀνεπεπτώκει τὰ τῆς ἐξόδου, οὐκ ἀνέβαινʼ ἐπὶ τὴν ναῦν ἣν ἐπέδωκεν, ἀλλὰ τὸν μέτοικον ἐξέπεμψε τὸν Αἰγύπτιον, Πάμφιλον, αὐτὸς δὲ μένων ἐνθάδε τοῖς Διονυσίοις διεπράττετο ταῦτʼ ἐφʼ οἷς νυνὶ κρίνεται·
164 ἐπειδὴ δʼ ὁ στρατηγὸς Φωκίων μετεπέμπετο τοὺς ἐξ Ἀργούρας ἱππέας ἐπὶ τὴν διαδοχὴν καὶ κατείληπτο σοφιζόμενος, τόθʼ ὁ δειλὸς καὶ κατάρατος οὑτοσὶ λιπὼν τὴν τάξιν ταύτην ἐπὶ τὴν ναῦν ᾤχετο, καὶ ὧν ἱππαρχεῖν ἠξίωσε παρʼ ὑμῖν ἱππέων, τούτοις οὐ συνεξῆλθεν. εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν, εἰς τὴν γῆν δῆλον ὅτι ᾤχετʼ ἄν.
165 οὐ μὴν Νικήρατός γʼ οὕτως ὁ τοῦ Νικίου, ὁ ἀγαπητός, ὁ ἄπαις, ὁ παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων ὁ τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος ὁ τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐπίδοσιν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ ὁ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme