185
οἷον ἔστι μέτριος καὶ φιλάνθρωπός τις ἡμῶν καὶ πολλοὺς ἐλεῶν· τούτῳ ταὐτὸ δίκαιον ὑπάρχειν παρὰ πάντων, ἄν ποτʼ εἰς χρείαν καὶ ἀγῶνʼ ἀφίκηται. ἄλλος οὑτοσί τις ἀναιδὴς καὶ πολλοὺς ὑβρίζων, καὶ τοὺς μὲν πτωχούς, τοὺς δὲ καθάρματα, τοὺς δʼ οὐδʼ ἀνθρώπους ὑπολαμβάνων· τούτῳ τὰς αὐτὰς δίκαιον ὑπάρχειν φοράς, ἅσπερ αὐτὸς εἰσενήνοχε τοῖς ἄλλοις. ἂν τοίνυν ὑμῖν ἐπίῃ σκοπεῖν, τούτου πληρωτὴν εὑρήσετε Μειδίαν ὄντα τοῦ ἐράνου, καὶ οὐκ ἐκείνου.
186
οἶδα τοίνυν ὅτι τὰ παιδίʼ ἔχων ὀδυρεῖται, καὶ πολλοὺς λόγους καὶ ταπεινοὺς ἐρεῖ, δακρύων καὶ ὡς ἐλεινότατον ποιῶν ἑαυτόν. ἔστι δʼ, ὅσῳ περ ἂν αὑτὸν νῦν ταπεινότερον ποιῇ, τοσούτῳ μᾶλλον ἄξιον μισεῖν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι εἰ μὲν μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι οὕτως ἀσελγὴς καὶ βίαιος ἦν ἐπὶ τοῦ παρεληλυθότος βίου, τῇ φύσει καὶ τῇ τύχῃ, διʼ ἣν τοιοῦτος ἐγένετο, ἄξιον ἦν ἄν τι τῆς ὀργῆς ἀνεῖναι· εἰ δʼ ἐπιστάμενος μέτριον παρέχειν αὑτὸν ὅταν βούληται τὸν ἐναντίον ἢ τοῦτον τὸν τρόπον εἵλετο ζῆν, εὔδηλον δήπου τοῦθʼ ὅτι καὶ νῦν ἂν διακρούσηται, πάλιν αὐτὸς ἐκεῖνος ὃν ὑμεῖς ἴστε γενήσεται.
187
οὐ δεῖ δὴ προσέχειν, οὐδὲ τὸν παρόντα καιρόν, ὃν οὗτος ἐξεπίτηδες πλάττεται, κυριώτερον οὐδὲ πιστότερον τοῦ παντός, ὃν αὐτοὶ σύνιστε, χρόνου ποιήσασθαι. ἐμοὶ παιδίʼ οὐκ ἔστιν, οὐδʼ ἂν ἔχοιμι ταῦτα παραστησάμενος κλάειν καὶ δακρύειν ἐφʼ οἷς ὑβρίσθην. διὰ τοῦτʼ ἄρα τοῦ πεποιηκότος ὁ πεπονθὼς ἔλαττον ἕξω παρʼ ὑμῖν;
188
μὴ δῆτα· ἀλλʼ ὅταν οὗτος ἔχων τὰ παιδία τούτοις ἀξιοῖ δοῦναι τὴν ψῆφον ὑμᾶς, τόθʼ ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι καὶ τὸν ὅρκον ὃν ὀμωμόκατε, τούτοις ἀξιοῦντα καὶ ἀντιβολοῦνθʼ ἕκαστον ὑμῶν ψηφίσασθαι. οἷς ὑμεῖς κατὰ πολλὰ δικαιότερον πρόσθοισθʼ ἂν ἢ τούτῳ· καὶ γὰρ ὀμωμόκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς νόμοις πείσεσθαι, καὶ τῶν ἴσων μέτεστιν ὑμῖν διὰ τοὺς νόμους, καὶ πάνθʼ ὅσʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τοὺς νόμους ἐστίν, οὐ διὰ Μειδίαν οὐδὲ διὰ τοὺς Μειδίου παῖδας.