Thesauros Literature Oratory κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
189 καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως ἐμὲ φήσει λέγων. ἐγὼ δʼ, εἰ μὲν ὁ συμβουλεύων ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῆται, καὶ τοῦτʼ ἄχρι τοῦ μηδὲν ὑμῖν ἐνοχλεῖν μηδὲ βιάζεσθαι, ῥήτωρ ἐστίν, οὔτε φύγοιμʼ ἂν οὔτʼ ἀπαρνοῦμαι τοῦτο τοὔνομα· εἰ μέντοι ῥήτωρ ἐστὶν οἵους ἐνίους τῶν λεγόντων ἐγὼ καὶ ὑμεῖς δʼ ὁρᾶτε, ἀναιδεῖς καὶ ἀφʼ ὑμῶν πεπλουτηκότας, οὐκ ἂν εἴην οὗτος ἐγώ· εἴληφα μὲν γὰρ οὐδʼ ὁτιοῦν παρʼ ὑμῶν, τὰ δʼ ὄντʼ εἰς ὑμᾶς πλὴν πάνυ μικρῶν ἅπαντʼ ἀνήλωκα. καίτοι καὶ εἰ τούτων ἦν πονηρότατος, κατὰ τοὺς νόμους ἔδει παρʼ ἐμοῦ δίκην λαμβάνειν, οὐκ ἐφʼ οἷς ἐλῃτούργουν ὑβρίζειν.
190 ἔτι τοίνυν οὐδὲ εἷς ἐστιν ὅστις ἐμοὶ τῶν λεγόντων συναγωνίζεται. καὶ οὐδενὶ μέμφομαι· οὐδὲ γὰρ αὐτὸς οὐδενὸς εἵνεκα τούτων οὐδὲν ἐν ὑμῖν πώποτʼ εἶπον, ἀλλʼ ἁπλῶς κατʼ ἐμαυτὸν ἔγνων καὶ λέγειν καὶ πράττειν ὅ τι ἂν συμφέρειν ὑμῖν ἡγῶμαι. ἀλλὰ τούτῳ πάντας αὐτίκα δὴ μάλα συνεξεταζομένους τοὺς ῥήτορας ὄψεσθʼ ἐφεξῆς. καίτοι πῶς ἐστι δίκαιον, τοὔνομα μὲν τοῦθʼ ὡς ὄνειδος προφέρειν ἐμοί, διὰ τούτων δʼ αὐτὸν τῶν ἀνδρῶν ἀξιοῦν σωθῆναι;
191 τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτʼ ἐρεῖ, ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν. ἐγὼ δʼ ἐσκέφθαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς·
192 γεγραφέναι μέντοι μοι τὸν λόγον Μειδίαν· ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς περὶ ὧν εἰσιν οἱ λόγοι δικαιότατʼ ἂν ταύτην ἔχοι τὴν αἰτίαν, οὐχ ὁ ἐσκεμμένος οὐδʼ ὁ μεριμνήσας τὰ δίκαια λέγειν νῦν. ἐγὼ μὲν οὖν τοῦτο ποιῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αὐτὸς ὁμολογῶ· Μειδίαν μέντοι μηδὲν ἐσκέφθαι πώποτʼ ἐν παντὶ τῷ βίῳ δίκαιον εἰκός ἐστιν· εἰ γὰρ καὶ κατὰ μικρὸν ἐπῄει τὰ τοιαῦτʼ αὐτῷ σκοπεῖν, οὐκ ἂν τοσοῦτον διημάρτανε τοῦ πράγματος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme