Thesauros Literature Oratory κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
193 οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου κατηγορεῖν ὀκνήσειν οὐδὲ τῆς ἐκκλησίας, ἀλλʼ ἅπερ τότʼ ἐτόλμα λέγειν ὅτʼ ἦν ἡ προβολή, ταῦτα καὶ νῦν ἐρεῖν, ὡς ὅσοι δέον ἐξιέναι κατέμενον καὶ ὅσοι τὰ φρούριʼ ἦσαν ἔρημα λελοιπότες, ἐξεκλησίασαν, καὶ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν οἳ κατεχειροτόνησαν αὐτοῦ.
194 εἰς γὰρ τοῦτο θράσους καὶ ἀναιδείας τότʼ ἀφίκετʼ, ὦ ἄνδρες δικασταί, ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν, ὥστε κακῶς λέγων καὶ ἀπειλῶν καὶ βλέπων εἰς τὸν ἀεὶ θορυβοῦντα τόπον τῆς ἐκκλησίας καταπλήξειν ᾤετο τὸν δῆμον ἅπαντα. ᾗ καὶ γελοῖʼ εἶναι τὰ νῦν, οἶμαι, δάκρυʼ εἰκότως ἂν αὐτοῦ δοκοίη.
195 τί λέγεις, ὦ μιαρὰ κεφαλή; σὺ τὰ σαυτοῦ παιδίʼ ἀξιώσεις ἐλεεῖν ἢ σὲ τούσδε, ἢ σπουδάζειν εἰς τὰ σά, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους; σὺ μόνος τῶν ὄντων ἀνθρώπων ἐπὶ μὲν τοῦ βίου τοσαύτης ὑπερηφανίας πλήρης ὢν πάντων ἀνθρώπων ἔσει φανερώτατος, ὥστε καὶ πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα, λυπεῖσθαι τὴν σὴν θρασύτητα καὶ φωνὴν καὶ τὸ σχῆμα καὶ τοὺς σοὺς ἀκολούθους καὶ πλοῦτον καὶ ὕβριν θεωροῦντας, ἐν δὲ τῷ κρίνεσθαι παραχρῆμʼ ἐλεηθήσει;
196 μεγάλην μέντἂν ἀρχήν, μᾶλλον δὲ τέχνην, εἴης εὑρηκώς, εἰ δύο τἀναντιώταθʼ ἑαυτοῖς ἐν οὕτω βραχεῖ χρόνῳ περὶ σαυτὸν δύναιο ποιεῖσθαι, φθόνον ἐξ ὧν ζῇς, καὶ ἐφʼ οἷς ἐξαπατᾷς ἔλεον. οὐκ ἔστιν οὐδαμόθεν σοι προσήκων ἔλεος οὐδὲ καθʼ ἕν, ἀλλὰ τοὐναντίον μῖσος καὶ φθόνος καὶ ὀργή· τούτων γὰρ ἄξια ποιεῖς. ἀλλʼ ἐπʼ ἐκεῖνʼ ἐπάνειμι, ὅτι τοῦ δήμου κατηγορήσει καὶ τῆς ἐκκλησίας.
197 ὅταν οὖν τοῦτο ποιῇ, ἐνθυμεῖσθε παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, ὅτι οὗτος τῶν μεθʼ ἑαυτοῦ στρατευσαμένων ἱππέων, ὅτʼ εἰς Ὄλυνθον διέβησαν, ἐλθὼν πρὸς ὑμᾶς εἰς τὴν ἐκκλησίαν κατηγόρει. πάλιν νῦν μείνας πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου κατηγορήσει. πότερον οὖν ὑμεῖς, ἐάν τε μένητε ἐάν τʼ ἐξίητε, ὁμολογήσετʼ εἶναι τοιοῦτοι οἵους Μειδίας ὑμᾶς ἀποφαίνει, ἢ τοὐναντίον τοῦτον ἀεὶ καὶ πανταχοῦ θεοῖς ἐχθρὸν καὶ βδελυρόν; ἐγὼ μὲν οἶμαι τοῦτον τοιοῦτον· ὃν γὰρ οὐχ ἱππεῖς, οὐ συνάρχοντες, οὐ φίλοι δύνανται φέρειν, τί τοῦτον εἴπῃ τις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme