207
μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ τηλικοῦτος, ὥστε συνειπὼν τὸν μὲν ὑβρίσθαι, τὸν δὲ μὴ δοῦναι δίκην ποιῆσαι. ἀλλʼ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν, Εὔβουλε, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ἀνθʼ ὅτου, δύνασαι μὲν καὶ πολιτεύει, κατὰ τοὺς νόμους δʼ ἥντινα βούλει παρʼ ἐμοῦ δίκην λάμβανε, ὧν δʼ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην, μή μʼ ἀφαιροῦ τὴν τιμωρίαν. εἰ δʼ ἀπορεῖς ἐκείνως με κακῶς ποιῆσαι, εἴη ἂν καὶ τοῦτο σημεῖον τῆς ἐμῆς ἐπιεικείας, εἰ τοὺς ἄλλους ῥᾳδίως κρίνων ἐμὲ μηδὲν ἔχεις ἐφʼ ὅτῳ τοῦτο ποιήσεις.
208
πέπυσμαι τοίνυν καὶ Φιλιππίδην καὶ Μνησαρχίδην καὶ Διότιμον τὸν Εὐωνυμέα καὶ τοιούτους τινὰς πλουσίους καὶ τριηράρχους ἐξαιτήσεσθαι καὶ λιπαρήσειν παρʼ ὑμῶν αὐτόν, αὑτοῖς ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην. περὶ ὧν οὐδὲν ἂν εἴποιμι πρὸς ὑμᾶς φλαῦρον ἐγώ (καὶ γὰρ ἂν μαινοίμην)· ἀλλʼ ἃ θεωρεῖν ὑμᾶς, ὅταν οὗτοι δέωνται, δεῖ καὶ λογίζεσθαι, ταῦτʼ ἐρῶ.
209
ἐνθυμεῖσθʼ, ὦ ἄνδρες δικασταί, εἰ γένοιντο (ὃ μὴ γένοιτʼ οὐδʼ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθʼ οἷα Μειδίας εἰς ἐμέ, ἀλλʼ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης ἢ τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γʼ ἂν χαρίσαιντο, οὐ γάρ; ἢ δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλʼ οὐκ ἂν εὐθέως εἴποιεν τὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ; ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;
210
μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν ἄλλως πως ἔχεθʼ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλʼ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθʼ ἐστίν, ἃ τούτους οὐδεὶς κωλύει κεκτῆσθαι· μὴ τοίνυν μηδʼ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι.