Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
53 εἰ τοίνυν τις ἔροιθʼ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθʼ ὁτιοῦν, τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν, οἶδʼ ὅτι φήσαιτʼ ἂν τοῖς δεομένοις· τὸ μὲν γὰρ χρηστῶν, τὸ δʼ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, ἦ που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν; ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι.
53 λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς.
54 ΝΟΜΟΣ.
54 ὅσων δίκη πρότερον ἐγένετο ἢ εὔθυνα ἢ διαδικασία περί του ἐν δικαστηρίῳ, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἢ τὸ δημόσιον ἀπέδοτο, μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδʼ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα, μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι.
55 Τιμοκράτης τοίνυν, ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων, εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις. ὁ μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν· ὁ δʼ ἔγραψεν, καὶ εἴ τινι προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα, τὸν δῆμον τούτῳ χρηματίζειν, ὅπως ἃ μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται, καταστήσει δʼ ἐγγυητὰς ὁ ὀφλών. καὶ ὁ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα· ὁ δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες, ἐάν τις καθιστῇ, προσάγειν, καὶ προσέγραψεν ὁπότʼ ἄν τις βούληται.
56 λέγʼ ἄλλον νόμον.
56 ΝΟΜΟΣ.
56 τὰς δίκας καὶ τὰς διαίτας, ὅσαι ἐγένοντο ἐπὶ τοῖς νόμοις ἐν δημοκρατουμένῃ τῇ πόλει, κυρίας εἶναι.
56 οὔ φησι Τιμοκράτης, οὔκουν ὁπόσοις γʼ ἂν δεσμοῦ προστιμηθῇ.
56 λέγε.
56 ΝΟΜΟΣ.
56 ὁπόσα δʼ ἐπὶ τῶν τριάκοντα ἐπράχθη ἢ δίκη ἐδικάσθη, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἄκυρα εἶναι.
57 ἐπίσχες. εἰπέ μοι, τί δεινότατον πάντες ἂν ἀκούσαντες φήσαιτε, καὶ τί μάλιστʼ ἂν ἀπεύξαισθε; οὐχὶ ταῦτα τὰ πράγμαθʼ ἅπερ ἦν ἐπὶ τῶν τριάκοντα μὴ γενέσθαι; ἔγωγʼ οἶμαι. ὁ γοῦν νόμος οὑτοσί, εὐλαβούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ἀπεῖπε τὰ πραχθέντʼ ἐπʼ ἐκείνων μὴ κύριʼ εἶναι. οὑτοσὶ τοίνυν τὴν αὐτὴν κατέγνω παρανομίαν τῶν ἐπὶ τῆς δημοκρατίας πεπραγμένων ἥνπερ τῶν ἐπʼ ἐκείνων ὑμεῖς· ὁμοίως γοῦν ἄκυρα ποιεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme