Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
183 οὕτω δʼ οὐ μόνον εἰς χρήματʼ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστʼ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσʼ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δʼ ἢ θυμιατήρια ἢ τὰ τοιαῦτα κτήματα, ἐὰν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο τοῖς κεκτημένοις, ἐὰν δʼ ἐπὶ μικροῖς σεμνύνηταί τις, τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ ἀνάξιʼ ὑμῶν.
184 καὶ οὐδʼ ἐκεῖνʼ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθʼ ὁ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, ὑπὲρ δὲ δόξης εἰσφέρων ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ἐξέστη. ἀφʼ ὧν κτήματʼ ἀθάνατʼ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων ἡ μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπʼ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, ὁ παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες ἢ τρεῖς, ἄγουσʼ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, πάλιν γράψεις καταχωνεύειν.
185 οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδʼ ἃν καταράσαινθʼ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτʼ ἀνέθεσαν, οὐδʼ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ ἃ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷά σοι βεβίωται τῆς ἀγορᾶς εἴργοντες.
186 ὑμεῖς δʼ εἰς τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθʼ εὐηθείας καὶ ῥᾳθυμίας ὥστʼ οὐδὲ τοιαῦτʼ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτʼ ἀσέβημʼ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι δεῖν τὸν εἰς ἱέρʼ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme