200
ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.
201
καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; καὶ τὸν μὲν πατέρʼ οὔτʼ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφʼ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δʼ ἐλεῆσαί τινας φῄς;
202
ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν καλῶς διῴκηκεν. ἀλλʼ εἰ καὶ μηδὲν ἄλλʼ ἠδίκει, κατὰ τοῦτʼ ἄξιός ἐστʼ ἀπολωλέναι· πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν. τῶν γὰρ ὑμετέρων ἐχθρῶν ἑνί, Κερκυραίῳ τινὶ τῶν νῦν ἐχόντων τὴν πόλιν, καταλύοντι παρʼ αὐτῷ, ὅτε δεῦρο πρεσβεύοι, καὶ βουληθέντι λαβεῖν αὐτήν (ἐξ οὗ δὲ τρόπου, παραλείψω) λαβὼν ἀργύριον δέδωκεν· καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ.
203
ὃς οὖν τὴν μὲν ἀδελφὴν ἐπʼ ἐξαγωγῇ, φησὶ μὲν ἐκδοῦναι, πέπρακε δὲ τῷ ἔργῳ. τὸν δʼ αὑτοῦ πατέρʼ οὕτω γηροτροφεῖ, κολακεύει δὲ καὶ μισθοῦ γράφει καὶ πολιτεύεται, τοῦτον ὑμεῖς λαβόντες οὐκ ἀποκτενεῖτε; δόξετʼ ἄρʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κρίσεις βούλεσθαι καὶ πράγματʼ ἔχειν, ἀλλʼ οὐκ ἀπηλλάχθαι τῶν πονηρῶν.
204
καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδʼ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε· ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχʼ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντʼ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τʼ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον.