Thesauros Literature Oratory κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
25 καὶ πρῶτον μὲν ἐφʼ ὑμῖν ἐποίησαν διαχειροτονίαν, πότερον εἰσοιστέος ἐστὶ νόμος καινὸς ἢ δοκοῦσιν ἀρκεῖν οἱ κείμενοι· μετὰ ταῦτα δέ, ἂν χειροτονῆτʼ εἰσφέρειν, οὐκ εὐθὺς τιθέναι προσέταξαν, ἀλλὰ τὴν τρίτην ἀπέδειξαν ἐκκλησίαν, καὶ οὐδʼ ἐν ταύτῃ τιθέναι δεδώκασιν, ἀλλὰ σκέψασθαι καθʼ ὅ τι τοὺς νομοθέτας καθιεῖτε. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τούτῳ προσέταξαν τοῖς βουλομένοις εἰσφέρειν ἐκτιθέναι τοὺς νόμους πρόσθεν τῶν ἐπωνύμων, ἵνʼ ὁ βουλόμενος σκέψηται, κἂν ἀσύμφορον ὑμῖν κατίδῃ τι, φράσῃ καὶ κατὰ σχολὴν ἀντείπῃ.
26 τούτων μέντοι τοσούτων ὄντων οὐδὲν πεποίηκε Τιμοκράτης οὑτοσί· οὔτε γὰρ ἐξέθηκε τὸν νόμον, οὔτʼ ἔδωκεν εἴ τις ἐβούλετʼ ἀναγνοὺς ἀντειπεῖν, οὔτʼ ἀνέμεινεν οὐδένα τῶν τεταγμένων χρόνων ἐν τοῖς νόμοις, ἀλλὰ τῆς ἐκκλησίας, ἐν ᾗ τοὺς νόμους ἐπεχειροτονήσατε, οὔσης ἑνδεκάτῃ τοῦ ἑκατομβαιῶνος μηνός, δωδεκάτῃ τὸν νόμον εἰσήνεγκεν, εὐθὺς τῇ ὑστεραίᾳ, καὶ ταῦτʼ ὄντων Κρονίων καὶ διὰ ταῦτʼ ἀφειμένης τῆς βουλῆς, διαπραξάμενος μετὰ τῶν ὑμῖν ἐπιβουλευόντων καθέζεσθαι νομοθέτας διὰ ψηφίσματος ἐπὶ τῇ τῶν Παναθηναίων προφάσει.
27 βούλομαι δʼ ὑμῖν τὸ ψήφισμʼ αὔτʼ ἀναγνῶναι τὸ νικῆσαν, ἵνʼ ἴδηθʼ ὅτι πάντα συνταξάμενοι καὶ οὐδὲν ἀπὸ ταὐτομάτου τούτων ἔπραττον. λαβὲ τὸ ψήφισμʼ αὐτοῖς καὶ ἀναγίγνωσκε σύ.
27 ΨΗΦΙΣΜΑ.
27 ἐπὶ τῆς Πανδιονίδος πρώτης, ἑνδεκάτῃ τῆς πρυτανείας, Ἐπικράτης εἶπεν, ὅπως ἂν τὰ ἱερὰ θύηται καὶ ἡ διοίκησις ἱκανὴ γένηται καὶ εἴ τινος ἐνδεῖ πρὸς τὰ Παναθήναια διοικηθῇ, τοὺς πρυτάνεις τοὺς τῆς Πανδιονίδος καθίσαι νομοθέτας αὔριον, τοὺς δὲ νομοθέτας εἶναι ἕνα καὶ χιλίους ἐκ τῶν ὀμωμοκότων, συννομοθετεῖν δὲ καὶ τὴν βουλήν.
28 ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς ὁ γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δίʼ οὐχ ἵνʼ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν (οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδʼ ἀδιοίκητον οὐδέν), ἀλλʼ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδʼ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδʼ ὁ νῦν ἀγωνιζόμενος νόμος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme