58
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, κάλει μοι τὸν τὴν ταφὴν τοῦ πατρὸς οὐκ ἀπειληφότα, καὶ τὸν τῆς δίκης διαιτητήν, ἣν ὑπὲρ τῆς πράσεως τῆς ἀδελφῆς ἔλαχεν αὐτῷ οὑτοσί, καὶ τὸ ἔγκλημα φέρε. κάλει δέ μοι πρῶτον πάντων τὸν τῆς Ζωβίας προστάτην, τῆς ὑποδεξαμένης αὐτόν, καὶ τοὺς πωλητάς, πρὸς οὓς ἀπήγαγεν αὐτήν. ὑμεῖς δʼ ἠγανακτεῖτʼ ἀρτίως εἰ τῶν τὸν ἔρανον φερόντων εἰς τὴν σωτηρίαν αὐτῷ κατηγόρει. μιαρόν, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ θηρίον καὶ ἄμεικτον. λέγε τὰς μαρτυρίας.
58
ΜΑΡΤΥΡΙΑΙ
59
τίς οὖν ἱκανὴ κατὰ τοῦ τοσαῦτα καὶ τοιαῦτα πεποιηκότος γένοιτʼ ἂν δίκη; τίς ἀξία τιμωρία; θάνατος μὲν γὰρ ἔμοιγε μικρὰ φαίνεται.
60
ἓν τοίνυν εἰπὼν ἔτι τῶν ἰδίων αὐτοῦ πονηρευμάτων τὰ λοίπʼ ἐάσω. πρὶν γὰρ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, ἐμπεσόντος ἀνθρώπου τινὸς Ταναγραίου πρὸς κατεγγύην, γραμματεῖον ἔχοντος, προσελθὼν καὶ λαλῶν ὁτιδήποθʼ ὑφαιρεῖται τὸ γραμματεῖον. αἰτιωμένου δὲ καὶ δεινὰ ποιοῦντος τἀνθρώπου, καὶ λέγοντος ὅτι οὐδεὶς ἄλλος ὑφῄρηται, εἰς τοῦτʼ ἀφικνεῖται βδελυρίας ὥστε τύπτειν ἐπεχείρησε τὸν ἄνθρωπον.
61
νεαλὴς δὲ καὶ πρόσφατος ὢν ἐκεῖνος περιῆν αὐτοῦ τεταριχευμένου καὶ πολὺν χρόνον ἐμπεπτωκότος. ὡς δʼ εἰς τοῦθʼ ἧκεν, ἀπεσθίει τὴν ῥῖνα τἀνθρώπου. καὶ τότε μὲν περὶ τὴν γεγονυῖαν συμφορὰν ἅνθρωπος γενόμενος ἀπέστη τοῦ τὸ γραμματεῖον ἐρευνᾶν καὶ ζητεῖν· ὕστερον δʼ εὑρίσκουσι τὸ γραμματεῖον ἐν κιβωτίῳ τινί, οὗ τὴν κλεῖν οὗτος εἶχεν. καὶ μετὰ ταῦτα ψηφίζονται περὶ αὐτοῦ ταῦθʼ οἱ ἐν τῷ οἰκήματι, μὴ πυρός, μὴ λύχνου, μὴ ποτοῦ, μὴ βρωτοῦ μηδενὸς μηδένα τούτῳ κοινωνεῖν, μηδὲ λαμβάνειν, μηδʼ αὐτὸν τούτῳ διδόναι.
62
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖνʼ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν.
62
ΜΑΡΤΥΡΙΑ
62
καλῶν γʼ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. ἄξιόν γʼ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τινʼ ἀκοῦσαι. ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα.
62
ΔΟΓΜΑ