Thesauros Literature Oratory κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄ Demosthenes
63 εἶτʼ οὐκ αἰσχύνεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθʼ ἑαυτῶν εἶναι πονηρότερον ὥστʼ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δʼ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε; τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;
64 ἀλλʼ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ἐγὼ μόνος εὔνους ὑμῖν· πάντες οὗτοι συνεστᾶσιν· προδέδοσθε· ἡ παρʼ ἐμοὶ μόνον εὔνοια λοιπή. βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵνʼ εἰ μέν ἐστι τοιαύτη, χρῆσθʼ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.
65 πότερον γάρ, ὅτι τοῦ πατρὸς αὐτοῦ θάνατον κατέγνωτε καὶ τὴν μητέρʼ αὐτοῦ ὀφλοῦσαν ἀποστασίου ἀπέδοσθε, διὰ ταῦτʼ αὐτὸν ὑμῖν εὔνουν ὑπολαμβάνετʼ εἶναι; ἀλλʼ ἄτοπον νὴ τὸν Δία καὶ θεοὺς τοῦτό γε. εἰ μὲν γὰρ εὔνους ἐστὶν ἐκείνοις καὶ τὸν τῆς φύσεως διασῴζει νόμον, ὃς καὶ ἀνθρώποις καὶ θηρίοις εἷς καὶ ὁ αὐτὸς ἅπασιν ὥρισται, στέργειν τοὺς γονέας,
66 κακόνους ἐστὶ τοῖς ἐκείνους ἀπολωλεκόσιν δῆλον ὅτι καὶ νόμοις καὶ πολιτείᾳ τῇ τούτων· εἰ δὲ μηδένα τούτων ὑπόλογον ποιεῖται, ἡδέως ἂν εἰδείην τίς ἐστιν ὁ τὴν πρὸς τοὺς γονέας εὔνοιαν ὁρῶν προδεδωκότα τοῦτον, ἣν πρὸς τὸν δῆμον νῦν ἔχειν ὑπισχνεῖται, πιστεύων· ἐγὼ μὲν γὰρ ἄπιστον καὶ θεοῖς ἐχθρόν, οὐ μόνον ἀνθρώποις, ὑπολαμβάνω τὸν τῶν γονέων ἀμελοῦντα.
67 ἀλλὰ νὴ Δίʼ ὅτι τὰς ἐνδείξεις αὐτοῦ κατεψηφίσασθε, καὶ δὶς εἰς τὸ δεσμωτήριον κατέθεσθε καὶ αὐτὸν καὶ τὸν ἀδελφόν, διὰ ταῦθʼ ὑμῖν εὔνους ἐστίν. ἀλλὰ καὶ τοῦτʼ ἄτοπον. ἀλλʼ ὅτι τὴν ἀρχὴν ἣν ἔλαχεν ἄρχειν ἀπεδοκιμάσατε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme