Thesauros Literature Oratory κατὰ Ἀριστογείτονος β΄

κατὰ Ἀριστογείτονος β΄

κατὰ Ἀριστογείτονος β΄ Demosthenes
5 τοῦτο μὲν γὰρ ὅταν ἀποχειροτονηθῶσι τινες τῶν ἐν ταῖς ἀρχαῖς, παραχρῆμα πέπαυνται ἄρχοντες καὶ τοὺς στεφάνους περιῄρηνται· τοῦτο δʼ ὅσοις τῶν θεσμοθετῶν εἰς Ἄρειον πάγον οὐχ οἷόν τʼ ἐστὶν ἀνελθεῖν, παρέντες τὸ βιάζεσθαι στέργουσιν ταῖς ὑμετέραις γνώσεσι. καὶ τοῦτʼ εἰκότως· ὥσπερ γάρ, ὅταν ἄρχωσι, τοὺς ἰδιώτας οἴονται δεῖν αὑτοῖς πειθαρχεῖν, ὡσαύτως, ὅταν αὐτοὶ ἰδιῶται γένωνται πάλιν, τοῖς τῆς πόλεως ἄρχουσι νόμοις δικαίως ἂν ἀκολουθοῖεν.
6 ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν παλαιῶν εἰ βούλεσθʼ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις. Ἀριστείδην μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντʼ ἐν Αἰγίνῃ διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντήκοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν.
7 ὃ καὶ δεινότατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιήσαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δʼ ἐξημαρτηκότα, τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον καὶ τὸ δίκαιον ἐξουσίαν παρʼ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα. καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφʼ ὑμῶν αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε· οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθʼ ἀκριβῶς ἐξετάζειν.
8 χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμʼ ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλʼ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν. καίτοι πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρʼ εἶναι, τὴν δʼ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme