Thesauros Literature Oratory κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ Demosthenes
42 οὗτος διαθήκην μὲν γενέσθαι φησίν, καὶ τὰ δύο τάλαντα Δημοφῶντι καὶ τὰς ὀγδοήκοντα μνᾶς τούτῳ δοθῆναι μαρτυρεῖ· τὰς δʼ ἑβδομήκοντα μνᾶς, ἃς Θηριππίδης ἔλαβεν, οὐ προσγραφῆναί φησιν, οὐδὲ τὸ πλῆθος τῆς οὐσίας τὸ καταλειφθέν, οὐδὲ τὸν οἶκον ὅπως μισθώσουσιν· οὐ γὰρ αὐτῷ συμφέρει προσομολογῆσαι ταῦτα. λαβὲ δὴ τὴν τούτου ἀπόκρισιν.
42 ΜΑΡΤΥΡΙΑ.
43 οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησίν, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ὃ ἐκεῖνος οὔ φησιν, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δʼ αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν. τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδʼ οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα.
44 δῆλον τοίνυν ἐστὶν οὐδὲν ἧττον τὸ πλῆθος τῶν καταλειφθέντων, καίπερ ἀφανιζόντων τούτων τὴν οὐσίαν ἐκ τῶν διαθηκῶν, ἐξ ὧν τοσαῦτα χρήματʼ ἀλλήλοις φασὶ δοθῆναι. ὅστις γὰρ ἐκ τεττάρων ταλάντων καὶ τρισχιλίων τοῖς μὲν τρία τάλαντα καὶ δισχιλίας προῖκα δέδωκεν, τῷ δʼ ἑβδομήκοντα μνᾶς καρποῦσθαι, φανερὸν δήπου πᾶσιν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν.
45 οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητʼ ἐβούλετο καταλιπεῖν, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τοσοῦτον ἀργύριον καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, ἢ διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, ἢ εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρʼ ὑμῶν τυγχάνοιεν, εἰ τοσούτων ἀξιωθέντες τοιαῦτʼ εἰς ἡμᾶς ἐξαμαρτάνοιεν.
46 οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
46 ΜΑΡΤΥΡΙΑΙ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme