Thesauros Literature Oratory κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ Demosthenes
20 ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλʼ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἃ ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. καίτοι μὴ γενομένης ἐργασίας οὔτʼ ἐκείνῳ λαβεῖν μισθὸν οὔτʼ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν.
21 εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων.
22 εἰ δʼ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δʼ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματʼ αὐτὸς ἀνηλωκέναι, πλέον ἢ πεντακοσίας δραχμάς, λῆμμα δʼ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματʼ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθʼ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβʼ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθʼ αὐτοῖς.
22 ΜΑΡΤΥΡΙΑΙ.
23 ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme