Thesauros Literature Oratory κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄

κατὰ Ἀφόβου ἐπιτροπῆς α΄ Demosthenes
28 καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
28 ΜΑΡΤΥΡΙΑ.
29 σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
30 καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν. καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν· τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων.
31 τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν.
32 ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme