Thesauros Literature Oratory πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ Demosthenes
8 καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον (οὐ γὰρ ἔνεστʼ ἀργύριον), ἀλλʼ ἐξ ἐκείνων καθʼ ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο. ὅθεν οἱ τότʼ ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν. τίνος οὖν ἕνεκʼ ἐκείνας μὲν εἴασε, τῇδε δʼ ἐπεσκήψατο; ἐγὼ καὶ τοῦτο διδάξω.
9 τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματʼ ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτʼ ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθʼ ἓν περὶ ἑκάστου. τοῦτο δʼ ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότʼ ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθʼ αὑτὸ διδάξειν ἐμέλλομεν.
10 ἀποκρίσει δʼ ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθʼ ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτʼ ἐφʼ ἑαυτῷ γενήσεσθαι. διὰ ταῦτα τήνδε διώκει. βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλʼ ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. σκοπεῖτε δʼ ἀκούσαντες.
11 ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. καὶ τί ποιῶ; παραδοῦναι παῖδʼ ἤθελον αὐτῷ γράμματʼ ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθʼ ὡμολόγει ταῦθʼ οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφʼ ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δʼ ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλʼ ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι.
12 καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντʼ ἐλέγξαι ψευδομένους ἡμᾶς; ἀλλὰ συνῄδει πάντων μάλιστʼ ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται· διόπερ ἔφευγε τὴν βάσανον. ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτʼ ἴσασιν, οὐδʼ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλʼ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καί μοι κάλει τούτων τοὺς μάρτυρας.
12 ΜΑΡΤΥΡΕΣ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme