Thesauros Literature Oratory πρὸς Ὀνήτορα ἐξούλης α΄

πρὸς Ὀνήτορα ἐξούλης α΄

πρὸς Ὀνήτορα ἐξούλης α΄ Demosthenes
25 φέρε δή, ὦ ἄνδρες δικασταί, καὶ τὴν γυναῖχʼ ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ· νομίζω γάρ, ἂν τοῦτʼ ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δʼ ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν. μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δʼ ἐπιδείξω μεγάλα τεκμήρια καὶ πίστεις ἱκανάς.
26 ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκʼ ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορʼ ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν.
27 βουλόμενος δʼ ἐμφανῆ ποιῆσαι ταῦτα πᾶσιν ὑμῖν, ἐξελέγχειν αὐτὸν ἠξίουν ἐναντίον μαρτύρων, εἰ μὴ φάσκοι ταῦθʼ οὕτως ἔχειν, καὶ παρεδίδουν οἰκέτην εἰς βάσανον, ὃς συνῄδει πάντʼ ἀκριβῶς· ὃν ἔλαβον κατὰ τὴν ὑπερημερίαν ἐκ τῶν Ἀφόβου. οὗτος δʼ ἐμοῦ ταῦτʼ ἀξιώσαντος, περὶ μὲν τοῦ συνοικεῖν Ἀφόβῳ τὴν ἀδελφὴν ἔφυγε τὴν βάσανον· ὡς δʼ οὐκ ἐκεῖνος ἐγεώργει τὴν γῆν, οὐκ ἐδύνατʼ ἀρνηθῆναι διὰ τὴν περιφάνειαν, ἀλλὰ προσωμολόγησεν.
28 οὐ μόνον δʼ ἐκ τούτων ἦν ῥᾴδιον γνῶναι, ὅτι καὶ συνῴκει τῇ γυναικὶ καὶ τὸ χωρίον ἐκέκτητʼ ἔτι πρὶν γενέσθαι τὴν δίκην, ἀλλὰ καὶ ἐξ ὧν ὀφλὼν διεπράξατο περὶ αὐτῶν. ὡς γὰρ οὐκ ἀποτετιμηκώς, ἀλλʼ ἐμῶν ἐσομένων κατὰ τὴν δίκην, ἃ μὲν οἷόν τʼ ἦν ἐξενεγκεῖν, ᾤχετο λαβών, τοὺς καρποὺς καὶ τὰ σκεύη τὰ γεωργικὰ πάντα πλὴν τῶν πιθακνῶν· ὃ δʼ οὐχ οἷόν τʼ ἦν ἀνελεῖν, ἐξ ἀνάγκης ὑπέλιπεν, ὥστʼ ἐγγενέσθαι τούτῳ νῦν αὐτῆς τῆς γῆς ἀμφισβητεῖν.
29 καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δʼ ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντʼ ἐξενεγκεῖν, τὸν δʼ ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδʼ ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλʼ ἡσυχίαν ἔχοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme