9
ἀποτυχὼν δὲ καὶ τούτου, καὶ τῶν ἀρχόντων τῶν ἐν τῇ Κεφαλληνίᾳ γνόντων Ἀθήναζε τὴν ναῦν καταπλεῖν, ὅθενπερ ἀνήχθη, ὃν οὐδʼ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι τοιαῦτά γʼ ἐσκευωρημένον καὶ πεποιηκότα, οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον ὑπερβέβληκεν ἀναιδείᾳ καὶ τόλμῃ, ὥστʼ οὐκ ἐλήλυθεν μόνον, ἀλλὰ καὶ τοῦ σίτου τοῦ ἡμετέρου ἀμφισβητήσας ἡμῖν δίκην προσείληχεν.
10
τί οὖν ποτʼ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτʼ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν; ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ. ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ· οὓς οὐδʼ ὑμεῖς ἀγνοήσετʼ ἰδόντες.
11
ἐκ τούτων ἕνα, ἡνίχʼ οὗτος ἔπραττεν ὅπως ἡ ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, ὅ τι δʼ ἦν οὐκ εἰδότες, ἀτύχημʼ οὐδὲν ἔλαττον, εἰ οἷόν τʼ εἰπεῖν, ἀτυχήσαντες ἢ τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι. οὗτος ὁ πεμφθεὶς ὑφʼ ἡμῶν (Ἀριστοφῶν ὄνομʼ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματʼ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν ὁ πάντα πράττων οὗτος· ὁδὶ δʼ ἅσμενος δέδεκται ταῦτα.
12
ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ; ἅ γʼ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν ὁ παρʼ ἡμῶν ἐπιπλέων ἐπρίατο. οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δʼ οὐδέν, ἐλπίδʼ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθʼ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.
13
τὸ μὲν οὖν πρᾶγμʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν. βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτʼ ἤδη καὶ τἄλλα διδάσκειν. καί μοι λέγε τὰς μαρτυρίας.
13
ΜΑΡΤΥΡΙΑΙ.