Thesauros Literature Oratory πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή Demosthenes
14 δεξάμενος τοίνυν τὸν ὅρκον, εἰδὼς ὅτι πολλοὶ αὑτῷ συνείσονται ἐπιορκήσαντι, ἐπὶ μὲν τὸ ὀμόσαι οὐκ ἀπήντα, ὡς δὲ δίκῃ λύσων τὸν ὅρκον προσκαλεῖται τὸν Παρμένοντα. ἐνεστηκυιῶν δʼ αὐτοῖς τῶν δικῶν πεισθέντες ὑπὸ τῶν παρόντων εἰς ἐπιτροπὴν ἔρχονται, καὶ γράψαντες συνθήκας ἐπιτρέπουσιν ἑνὶ μὲν διαιτητῇ κοινῷ Φωκρίτῳ πολίτῃ αὑτῶν, ἕνα δʼ ἑκάτερος παρεκαθίσατο, οὗτος μὲν Ἀριστοκλέα Ὀῆθεν, ὁ δὲ Παρμένων ἐμέ.
15 καὶ συνέθεντο ἐν ταῖς συνθήκαις, εἰ μὲν τρεῖς ὄντες ὁμογνώμονες γενοίμεθα, ταῦτα κύρια εἶναι αὑτοῖς, εἰ δὲ μή, οἷς οἱ δύο γνοίησαν, τούτοις ἐπάναγκες εἶναι ἐμμένειν. συνθέμενοι δὲ ταῦτα, ἐγγυητὰς τούτων ἀλλήλοις κατέστησαν, οὗτος μὲν ἐκείνῳ τὸν Ἀριστοκλέα, ὁ δὲ Παρμένων τούτῳ Ἄρχιππον Μυρρινούσιον. καὶ τὸ μὲν πρῶτον ἐτίθεντο τὰς συνθήκας παρὰ τῷ Φωκρίτῳ, εἶτα κελεύσαντος τοῦ Φωκρίτου παρʼ ἄλλῳ τινὶ θέσθαι, τίθενται παρὰ τῷ Ἀριστοκλεῖ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.
15 ΜΑΡΤΥΡΙΑΙ.
16 ὅτι μὲν ἐτέθησαν αἱ συνθῆκαι παρὰ Ἀριστοκλεῖ καὶ ἡ ἐπιτροπὴ ἐγένετο Φωκρίτῳ καὶ Ἀριστοκλεῖ καὶ ἐμοί, οἱ εἰδότες ταῦτα μεμαρτυρήκασιν ὑμῖν. δέομαι δέ, ὦ ἄνδρες δικασταί, τὰ μετὰ ταῦτα πραχθέντα ἀκοῦσαί μου· ἐντεῦθεν γὰρ ἔσται φανερὸν ὑμῖν, ὅτι συκοφαντοῦμαι ὑπὸ τουτουὶ Ἀπατουρίου. ἐπειδὴ γὰρ ᾔσθετο ὁμογνώμονας ὄντας ἐμὲ καὶ τὸν Φώκριτον καὶ ἔγνω καταδιαιτήσοντας ἡμᾶς ἑαυτοῦ, λῦσαι βουλόμενος τὴν ἐπιτροπήν, διαφθεῖραι τὰς συνθήκας ἐπεχείρησε μετὰ τοῦ ἔχοντος αὐτάς.
17 καὶ ἦλθεν ἐπὶ τὸ ἀμφισβητεῖν ὡς αὑτῷ διαιτητὴς εἴη ὁ Ἀριστοκλῆς, τὸν δὲ Φώκριτον καὶ ἐμὲ οὐδενὸς κυρίους ἔφησεν εἶναι ἀλλʼ ἢ τοῦ διαλῦσαι. ἀγανακτήσας δὴ τῷ λόγῳ ὁ Παρμένων ἠξίου τὸν Ἀριστοκλέα ἐκφέρειν τὰς συνθήκας, οὐ πόρρω φάσκων εἶναι τὸν ἔλεγχον, εἴ τι κακουργοῖτο περὶ τὰ γράμματα· γεγραφέναι γὰρ αὐτὰ οἰκέτην ἑαυτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme