Thesauros Literature Oratory πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου Demosthenes
14 καὶ ὁ Λάμπις, ὦ ἄνδρες Ἀθηναῖοι, παρὼν προσκαλουμένῳ μοι οὐδαμοῦ ἐτόλμησεν εἰπεῖν ὡς ἀπείληφε παρὰ τούτου τὸ χρυσίον, οὐδʼ ὃ εἰκὸς ἦν εἶπε Χρύσιππε, μαίνει· τί τοῦτον προσκαλεῖ; ἐμοὶ γὰρ ἀποδέδωκε τὸ χρυσίον. ἀλλὰ μὴ ὅτι Λάμπις ἐφθέγξατο, ἀλλʼ οὐδὲ αὐτὸς οὗτος οὐδὲν ἠξίωσεν εἰπεῖν, παρεστηκότος τοῦ Λάμπιδος, ᾧ νῦν φησὶν ἀποδεδωκέναι τὸ χρυσίον.
15 καίτοι εἰκός γʼ ἦν αὐτὸν εἰπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τί με προσκαλεῖ, ἄνθρωπε; ἀποδέδωκα γὰρ τούτῳ τῷ παρεστηκότι τὸ χρυσίον, καὶ ἅμα ὁμολογοῦντα παρέχειν τὸν Λάμπιν· νυνὶ δʼ οὐδέτερος αὐτῶν οὐδʼ ὁτιοῦν εἶπεν ἐν τοιούτῳ καιρῷ. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν τῶν κλητήρων.
15 ΜΑΡΤΥΡΙΑ.
16 λαβὲ δή μοι καὶ τὸ ἔγκλημα ὃ ἔλαχον αὐτῷ πέρυσιν· ὅ ἐστιν οὐδενὸς ἔλαττον τεκμήριον, ὅτι οὐδέπω τότʼ ἔφησεν Φορμίων ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι.
16 ΕΓΚΛΗΜΑ.
16 τοῦτο τὸ ἔγκλημα ἔγραφον ἐγώ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδαμόθεν ἄλλοθεν σκοπῶν ἀλλʼ ἢ ἐκ τῆς ἀπαγγελίας τῆς Λάμπιδος, ὃς οὐκ ἔφασκεν οὔτε τὰ χρήματα ἐντεθεῖσθαι τοῦτον οὔτε τὸ χρυσίον ἀπειληφέναι· μὴ γὰρ οἴεσθέ με οὕτως ἀπόπληκτον εἶναι καὶ παντελῶς μαινόμενον, ὥστε τοιοῦτο γράφειν ἔγκλημα ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφʼ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι.
17 ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκέψασθε· αὐτοὶ γὰρ οὗτοι παραγραφὴν διδόντες πέρυσιν, οὐκ ἐτόλμησαν ἐν τῇ παραγραφῇ γράψαι ὡς ἀποδεδώκασιν Λάμπιδι τὸ χρυσίον. καί μοι λαβὲ αὐτὴν τὴν παραγραφήν.
17 ΠΑΡΑΓΡΑΦΗ.
17 ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδαμοῦ γέγραπται ἐν τῇ παραγραφῇ ὡς ἀποδέδωκεν τὸ χρυσίον Φορμίων Λάμπιδι, καὶ ταῦτʼ ἐμοῦ διαρρήδην γράψαντος εἰς τὸ ἔγκλημα ὃ ἠκούσατε ἀρτίως, ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὔτʼ ἀπέδωκεν τὸ χρυσίον. τίνα οὖν ἄλλον χρὴ περιμένειν ὑμᾶς μάρτυρα, ὅταν τηλικαύτην μαρτυρίαν παρʼ αὐτῶν τούτων ἔχητε;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme