48
καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρʼ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε; ἢ πεπιστευκότʼ εἰσιέναι τοῖς πράγμασιν, ἀλλʼ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθʼ αὑτοῦ μάρτυσιν, τῷ τʼ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδʼ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι;
49
καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατʼ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γʼ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τʼ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαιʼ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δʼ ὁ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύʼ ὤφληκεν συκοφαντηθείς.
50
ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην. καὶ ἐφʼ οἷς δανείσασθαι μὲν οὐδεπώποτʼ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρʼ ὡς ἔοικεν ἠδίκησαι τάλαντα. ὑπὸ τοῦ ταῦτα; ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ. τίς δʼ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ; ἢ τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδʼ ὑπεύθυνον εἶναι προσήκειν;
51
χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν. οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδʼ εἰς τὴν πρόκλησιν γράφειν ἐν ᾗ βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντʼ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ. νῦν δʼ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δʼ ἐκείνου. ταῦτα δʼ οὐκ ἐῶσιν οἱ νόμοι· τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν;