14
ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα.
15
ὁρῶν δʼ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
16
ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.
17
τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ὦ ἄνδρες δικασταί. παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτʼ ἐπιδείξω. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.
17
ΜΑΡΤΥΡΙΑ.
17
λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν.
17
ΜΑΡΤΥΡΙΑ.