23
ἐπίσχες. ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλʼ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτʼ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθʼ οὐδʼ ὁτιοῦν δήπουθεν ᾔδειν;
24
εἶτα καὶ πόση μωρία, λέγονθʼ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτʼ ἂν ποιῆσαι; τί οὖν ἐστι τοῦτο; οὐκ ἔχων οἶμαι κατʼ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτʼ ἐποίησε.
25
λέγε τἀκόλουθον.
25
ΕΓΚΛΗΜΑ.
25
καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ.
25
ἐπίσχες. πάλιν ταυτὶ πάνθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δʼ αὑτόν. ταῦτα δʼ οὐχ οἷόν τε τὸν μὴ παρόντα. οὔτε γὰρ καθίστην ἐγώ, ὅ γʼ ὢν ἐν τῷ Πόντῳ, οὔτʼ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ;
26
πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι; ὁ Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σʼ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν, ἵνʼ ᾖ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς.
26
ΕΓΚΛΗΜΑ.
26
κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.