Thesauros Literature Oratory παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον Demosthenes
38 ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ τὰς μεταλλικὰς εἶναι δίκας τοῖς κοινωνοῦσι μετάλλου καὶ τοῖς ἕτερον συντρήσασιν εἰς τὰ τῶν πλησίον καὶ ὅλως τοῖς ἐργαζομένοις τὰ μέταλλα καὶ τῶν ἐν τῷ νόμῳ τι ποιοῦσιν, τῷ δὲ δανείσαντι Πανταινέτῳ, καὶ ταῦτʼ ἀπειληφότι γλίσχρως καὶ μόλις παρὰ τούτου, οὐκ εἶναι δίκην μεταλλικὴν πρὸς φευκτέον, οὐδʼ ἐγγύς.
39 ὡς μὲν οὖν οὔτʼ ἠδίκηκα τοῦτον οὐδὲν οὔτʼ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτʼ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη. οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθʼ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθʼ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον·
40 ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτʼ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμονʼ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. λαβὼν δʼ ἐγγυητὰς τούτων παρʼ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν (ποῦ γάρ ἐστι δίκαιον,
41 ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύʼ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις)·
42 ἐπειδὴ δʼ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δʼ ἐγγυητής; οὑτοσί· οὐδὲν οὔτʼ ἀντίγραφον οὔτʼ ἄλλʼ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθʼ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme