Thesauros Literature Oratory πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου Demosthenes
15 ψηφισαμένων δὲ ταῦτα τῶν φρατέρων τῶν τουτουὶ Μακαρτάτου, υἱὸς ὢν Εὐβουλίδου ὁ παῖς οὑτοσὶ προσεκαλέσατο Μακάρτατον τοῦ κλήρου τοῦ Ἁγνίου εἰς διαδικασίαν, καὶ ἔλαχε πρὸς τὸν ἄρχοντα, κύριον ἐπιγραψάμενος τὸν ἀδελφὸν τὸν ἑαυτοῦ· ἐμοὶ γὰρ οὐκέτι οἷόν τʼ ἦν, ὦ ἄνδρες δικασταί, κυρίῳ ἐπιγεγράφθαι, εἰσπεποιηκότι τὸν παῖδα εἰς τὸν οἶκον τὸν Εὐβουλίδου. καὶ ἡ πρόσκλησις ἐγένετο τῷ παιδὶ τουτῳὶ κατὰ τὸν νόμον, καθʼ ὅνπερ καὶ οὗτοι προσεκαλέσαντο τὴν τουτουὶ μητέρα, τὴν νενικηκυῖαν πρότερον ἐν τῷ δικαστηρίῳ καὶ ἔχουσαν τὸν κλῆρον τὸν Ἁγνίου.
16 καί μοι ἀνάγνωθι τὸν νόμον, καθʼ ὃν ἡ πρόσκλησίς ἐστιν παρὰ τοῦ ἔχοντος τὸν κλῆρον.
16 ΝΟΜΟΣ.
16 ἐὰν δʼ ἐπιδεδικασμένου ἀμφισβητῇ τοῦ κλήρου ἢ τῆς ἐπικλήρου, προσκαλείσθω τὸν ἐπιδεδικασμένον πρὸς τὸν ἄρχοντα, καθάπερ ἐπὶ τῶν ἄλλων δικῶν· παρακαταβολὰς δʼ εἶναι τῷ ἀμφισβητοῦντι. ἐὰν δὲ μὴ προσκαλεσάμενος ἐπιδικάσηται, ἀτελὴς ἔσται ἡ ἐπιδικασία τοῦ κλήρου. ἐὰν δὲ μὴ ζῇ ὁ ἐπιδικασάμενος τοῦ κλήρου, προσκαλείσθω κατὰ ταὐτά, ᾧ ἂν ἡ προθεσμία μήπω ἐξήκῃ. τὴν δʼ ἀμφισβήτησιν εἶναι τῷ ἔχοντι, καθότι ἐπεδικάσατο οὗ ἂν ἔχῃ τὰ χρήματα.
16 τοῦ μὲν νόμου ἀκηκόατε, δέομαι δʼ ὑμῶν δικαίαν δέησιν, ὦ ἄνδρες δικασταί.
17 ἐὰν γὰρ ἐπιδείξω Θεοπόμπου τοῦ πατρὸς τοῦ Μακαρτάτου γένει ὄντας Ἁγνίᾳ ἐγγυτέρω Εὐβουλίδην τε τὸν παῖδα τουτονὶ καὶ Φυλομάχην, ἥ ἐστιν μήτηρ τῷ παιδί, Εὐβουλίδου δὲ θυγάτηρ, καὶ οὐ μόνον γένει ἐγγυτάτω ὄντας, ἀλλὰ τὸ παράπαν οὐδὲ ὄντα οὐδένα ἀνθρώπων ἐν τῷ οἴκῳ τῷ Ἁγνίου ἄλλον ἢ τὴν μητέρα τοῦ παιδὸς τουτουὶ καὶ αὐτὸν τοῦτον τὸν παῖδα, ταῦτʼ ἐὰν ἐπιδείξω, δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταί, βοηθεῖν ἡμῖν.
18 τὸ μὲν οὖν πρῶτον διενοήθην, ὦ ἄνδρες δικασταί, γράψας ἐν πίνακι ἅπαντας τοὺς συγγενεῖς τοὺς Ἁγνίου, οὕτως ἐπιδεικνύειν ὑμῖν καθʼ ἕκαστον· ἐπειδὴ δὲ ἐδόκει οὐκ ἂν εἶναι ἐξ ἴσου ἡ θεωρία ἅπασι τοῖς δικασταῖς, ἀλλʼ οἱ πόρρω καθήμενοι ἀπολείπεσθαι, ἀναγκαῖον ἴσως ἐστὶν τῷ λόγῳ διδάσκειν ὑμᾶς· τοῦτο γὰρ ἅπασι κοινόν ἐστιν. πειρασόμεθα δὲ καὶ ἡμεῖς ὡς ἂν μάλιστα δυνώμεθα διὰ βραχυτάτων ἐπιδεῖξαι περὶ τοῦ γένους τοῦ Ἁγνίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme