54
τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος. ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί, ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ, τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς. ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος, εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν, καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω,
55
λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε, καὶ κάλει Δεινίαν.
55
ΜΑΡΤΥΡΙΑ.
55
Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα τὴν αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν, καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα.
56
ὅμοιός γʼ ὁ Δεινίας, ὦ ἄνδρες δικασταί, τούτῳ, ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου. ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος, οὐκ ὤκνησε καθʼ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν, οὐδʼ, εἰ μηδένα τῶν ἄλλων, τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπʼ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος.
57
ὃ τοίνυν ἔπαθον δεινότατον καὶ ἐφʼ ᾧ μάλιστʼ ἐξεπλάγην ὅτʼ ἠγωνιζόμην, ὦ ἄνδρες δικασταί, τοῦθʼ ὑμῖν εἰπεῖν βούλομαι· τήν τε γὰρ τούτου πονηρίαν ἔτι μᾶλλον ὑμεῖς ὄψεσθε, καὶ ἐγὼ τῶν γεγενημένων ἀποδυράμενος τὰ πλεῖστα πρὸς ὑμᾶς ὡσπερεὶ ῥᾴων ἔσομαι. τὴν γὰρ μαρτυρίαν ἣν ᾤμην εἶναι καὶ διʼ ἧς ἦν ὁ πλεῖστος ἔλεγχός μοι, ταύτην οὐχ ηὗρον ἐνοῦσαν ἐν τῷ ἐχίνῳ.
58
τότε μὲν δὴ τῷ κακῷ πληγεὶς οὐδὲν ἄλλʼ εἶχον ποιῆσαι πλὴν ὑπολαμβάνειν τὴν ἀρχὴν ἠδικηκέναι με καὶ τὸν ἐχῖνον κεκινηκέναι. νῦν δʼ ἀφʼ ὧν ὕστερον πέπυσμαι, πρὸς αὐτῷ τῷ διαιτητῇ Στέφανον τουτονὶ αὐτὴν ὑφῃρημένον εὑρίσκω, πρὸς μαρτυρίαν τινʼ ἵνʼ ἐξορκώσαιμι, ἀναστάντος ἐμοῦ. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν ὑμῖν μαρτυρήσουσιν τῶν τούτοις παρόντων οἱ ἰδόντες.