Thesauros Literature Oratory κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
71 ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Φορμίωνι τῷ παρασχομένῳ τουτονὶ νεμεσῆσαι τοῖς πεπραγμένοις, τὴν ἀναίδειαν τοῦ τρόπου καὶ τὴν ἀχαριστίαν ἰδόντας. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκʼ ὤνιος ἦν, εἰ συνέβη μάγειρον ἤ τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν.
72 ἐπειδὴ δʼ ὁ πατὴρ ὁ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, ᾗ πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας.
73 οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι.
74 ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι καὶ ἣ τὰ καταχύσματʼ αὐτοῦ κατέχεε τόθʼ ἡνίκʼ ἐωνήθη, ταύτῃ συνοικεῖν, οὐδὲ προῖκα πέντε τάλανθʼ αὑτῷ γράψαι, χωρὶς ὧν οὔσης τῆς μητρὸς κυρίας οὗτος ἐγκρατὴς γέγονεν πολλῶν χρημάτων (τί γὰρ αὐτὸν οἴεσθʼ εἰς τὰς διαθήκας ἐγγράψαι καὶ τἄλλα, ὅσα ἐστίν, Ἀρχίππῃ δίδωμι;) τὰς δʼ ἡμετέρας θυγατέρας μελλούσας διʼ ἔνδειαν ἀνεκδότους ἔνδον γηράσκειν περιορᾷ.
75 καὶ εἰ μὲν πένης οὗτος ἦν, ἡμεῖς δʼ εὐποροῦντες ἐτυγχάνομεν, καὶ συνέβη τι παθεῖν, οἷα πολλά, ἐμοί, οἱ παῖδες ἂν οἱ τούτου τῶν ἐμῶν θυγατέρων ἐπεδικάζοντο, οἱ τοῦ δούλου τῶν τοῦ δεσπότου· θεῖοι γάρ εἰσιν αὐταῖς διὰ τὸ τὴν μητέρα τὴν ἐμὴν τοῦτον λαβεῖν· ἐπειδὴ δʼ ἀπόρως ἡμεῖς ἔχομεν, τηνικαῦτʼ οὐ συνεκδώσει ταύτας, ἀλλὰ λέγει καὶ λογίζεται τὸ πλῆθος ὧν ἐγὼ χρημάτων ἔχω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme