Thesauros Literature Oratory κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν

κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν

κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν Demosthenes
9 ἃ δή, λόγῳ τότε καταχρώμενος καὶ μάρτυρας παρεχόμενος τούτων, ἠπάτα τοὺς δικαστάς, νῦν ἐξελέγχεται ψευδῆ ὄντα· τὸ γὰρ σῶμα τῆς ἀνθρώπου οὐ τολμᾷ παραδοῦναι, ὃ μεμαρτυρήκασιν αὐτὸν ἐθέλειν παραδοῦναι, ἀλλὰ μᾶλλον προῄρηται τὸν ἀδελφὸν καὶ τὸν κηδεστὴν ψευδομαρτυρίων ἀγωνίζεσθαι ἢ παραδοῦναι τὸ σῶμα τῆς ἀνθρώπου καὶ δικαίως ἀπηλλάχθαι, καὶ μὴ διὰ λόγων καὶ δεήσεως, ἐὰν δύνωνται ἐξαπατήσαντες ὑμᾶς ἀποφεύγειν,
10 πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος τὴν ἄνθρωπον καὶ τότε ἀξιοῦντος παραλαμβάνειν καὶ μετὰ τὴν δίκην, καὶ ὅτε ἐξέτινον αὐτοῖς, καὶ ἐφʼ ᾗ ἐγὼ δίκῃ τὸν Θεόφημον διώκω τῆς αἰκείας, καὶ ἐν τῇ ἀνακρίσει τῶν ψευδομαρτυρίων, καὶ τούτων οὐ προσποιουμένων, ἀλλὰ λόγῳ μὲν μαρτυρούντων τὰ ψευδῆ, ἔργῳ δὲ οὐ παραδιδόντων τὴν ἄνθρωπον· εὖ γὰρ ᾔδεσαν ὅτι βασανιζομένης αὐτῆς ἐξελεγχθήσονται ἀδικοῦντες, οὐκ ἀδικούμενοι. ὡς δὲ ταῦτα ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
10 ΜΑΡΤΥΡΙΑΙ.
11 ὅτι μὲν τοίνυν πολλάκις προκαλεσαμένῳ καὶ ἀξιοῦντι παραλαβεῖν τὴν ἄνθρωπον οὐδεὶς παρεδίδου, μεμαρτύρηται ὑμῖν. ἵνα δὲ καὶ ἐκ τεκμηρίων εἰδῆτε ὅτι ψευδῆ μεμαρτυρήκασιν, δηλώσω ὑμῖν. οὗτοι γάρ, εἴπερ ἀληθῆ ἦν ἅ φασιν προκαλέσασθαι τὸν Θεόφημον καὶ παραδιδόναι τὸ σῶμα τῆς ἀνθρώπου, οὐκ ἂν δήπου δύο μόνους μάρτυρας ἐποιήσαντο κηδεστὴν καὶ ἀδελφόν, τἀληθῆ μαρτυροῦντας, ἀλλὰ καὶ ἄλλους ἂν πολλούς.
12 ἡ μὲν γὰρ δίαιτα ἐν τῇ ἡλιαίᾳ ἦν (οἱ γὰρ τὴν Οἰνῇδα καὶ τὴν Ἐρεχθῇδα διαιτῶντες ἐνταῦθα κάθηνται)· τῶν δὲ τοιούτων προκλήσεων, ὅταν τις τὸ σῶμα παραδιδῷ κομίσας, πολλοὶ προσίστανται ἐπακούοντες τῶν λεγομένων, ὥστε οὐκ ἂν ἠπόρησαν μαρτύρων, εἴπερ καὶ ὁπωστιοῦν ἀληθὴς ἦν ἡ μαρτυρία.
13 μεμαρτυρήκασι τοίνυν, ὦ ἄνδρες δικασταί, ἐν τῇ αὐτῇ μαρτυρίᾳ, ὡς ἐγὼ οὐκ ἐθέλοιμι ἀναβαλέσθαι, ὁ δὲ Θεόφημος κελεύοι, ἵνα μοι παραδοίη τὴν ἄνθρωπον. ὡς δὲ οὐκ ἀληθὲς τοῦτʼ ἔστιν, ἐγὼ ὑμᾶς διδάξω. εἰ μὲν γὰρ ἐγὼ τὸν Θεόφημον ταύτην τὴν πρόκλησιν προὐκαλούμην ἣν μεμαρτυρήκασιν αὐτῷ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme