14
ἀξιῶν αὐτὸν τὴν ἄνθρωπον παραδοῦναι, εἰκότως ἄν μοι τούτους τοὺς λόγους ἀπεκρίνατο, ἀναβαλέσθαι κελεύων τὴν δίαιταν εἰς τὴν ὑστέραν σύνοδον, ἵνα κομίσῃ τὴν ἄνθρωπον καὶ παραδῷ μοι· νῦν δὲ σὲ αὐτὸν μεμαρτυρήκασιν, ὦ Θεόφημε, ἐθέλειν παραδιδόναι τὴν ἄνθρωπον, καὶ ἐμὲ μὴ ʼθέλειν παραλαβεῖν. πῶς οὖν σὺ κύριος μὲν ὢν τῆς ἀνθρώπου, μέλλων δὲ προκαλεῖσθαι ταύτην τὴν πρόκλησιν ἣν μεμαρτυρήκασί σοι, καταφεύγων δὲ εἰς τὴν ἄνθρωπον περὶ τοῦ δικαίου,
15
ἄλλου δέ σοι οὐδενὸς ὄντος μάρτυρος ὡς ἐπλήγης ὑπʼ ἐμοῦ ἄρχοντος χειρῶν ἀδίκων, οὐχ ἧκες ἔχων τὴν ἄνθρωπον πρὸς τὸν διαιτητὴν καὶ παρεδίδους τὸ σῶμα παρούσης τῆς ἀνθρώπου, κύριός γε ὢν αὐτῆς; ἀλλὰ τὴν μὲν πρόκλησιν φὴς προκαλέσασθαι, τὴν δὲ ἄνθρωπον οὐδεὶς εἶδεν, διʼ ἧς ἐξηπάτησας τοὺς δικαστάς, ψευδεῖς μάρτυρας παρασχόμενος ὡς ἐθέλων παραδοῦναι.
16
ἐπειδὴ τοίνυν σοι τότε οὐ παρῆν ἡ ἄνθρωπος, ἀλλὰ πρότερον ἐσημάνθησαν οἱ ἐχῖνοι, ὕστερον ἔστιν ὅπου ἤγαγες τὴν ἄνθρωπον εἰς τὴν ἀγορὰν ἢ εἰς τὸ δικαστήριον; εἰ γὰρ μὴ τότε σοι παρεγένετο, ὕστερον δήπου ἔδει παραδιδόναι, καὶ μάρτυρας ποιεῖσθαι ὡς ἐθέλεις ἐν τῇ ἀνθρώπῳ τὸν ἔλεγχον γίγνεσθαι, καθάπερ προὐκαλέσω, προκλήσεώς τε ἐμβεβλημένης σοι καὶ μαρτυρίας ὡς ἤθελες παραδιδόναι τὴν ἄνθρωπον. μέλλων τοίνυν εἰσιέναι τὴν δίκην ἔστιν ὅπου τὴν ἄνθρωπον εἰσήγαγες πρὸς τὸ δικαστήριον;
17
καίτοι ἔδει αὐτόν, εἴπερ ἀληθῆ ἦν ἅ φασιν αὐτὸν προκαλεῖσθαι, κληρουμένων τῶν δικαστηρίων κομίσαντα τὴν ἄνθρωπον, λαβόντα τὸν κήρυκα, κελεύειν ἐμέ, εἰ βουλοίμην, βασανίζειν, καὶ μάρτυρας τοὺς δικαστὰς εἰσιόντας ποιεῖσθαι ὡς ἕτοιμός ἐστιν παραδοῦναι. νυνὶ δὲ λόγῳ ἐξαπατήσας, ψευδεῖς μαρτυρίας παρασχόμενος, οὐδέπω καὶ νῦν τολμᾷ τὴν ἄνθρωπον παραδοῦναι, πολλάκις ἐμοῦ προκαλεσαμένου καὶ ἐξαιτήσαντος, ὡς οἱ μάρτυρες ὑμῖν οἱ παραγενόμενοι μεμαρτυρήκασιν. καί μοι ἀνάγνωθι πάλιν τὰς μαρτυρίας.
17
ΜΑΡΤΥΡΙΑΙ.