Thesauros Literature Oratory κατὰ Ὀλυμπιοδώρου βλάβης

κατὰ Ὀλυμπιοδώρου βλάβης

κατὰ Ὀλυμπιοδώρου βλάβης Demosthenes
12 ἐπειδὴ δὲ ὠμόσαμεν ἀλλήλοις καὶ αἱ συνθῆκαι ἦσαν κείμεναι παρὰ τῷ Ἀνδροκλείδῃ, διεῖλον ἐγὼ δύο μερίδας, ὦ ἄνδρες δικασταί. καὶ ἡ μὲν ἑτέρα ἦν μερὶς ἡ οἰκία ἐν ᾗ ᾤκει αὐτὸς ὁ Κόμων, καὶ τἀνδράποδα οἱ σακχυφάνται, ἡ δʼ ἑτέρα ἦν μερὶς οἰκία ἑτέρα καὶ τἀνδράποδα οἱ φαρμακοτρίβαι. ἀργύριον δὲ εἴ τι κατέλιπεν ὁ Κόμων φανερὸν ἐπὶ τῇ τραπέζῃ τῇ Ἡρακλείδου, τοῦθʼ ἅπαν σχεδόν τι ἀνηλώθη εἴς τε τὴν ταφὴν καὶ τἄλλα τὰ νομιζόμενα καὶ εἰς τὴν οἰκοδομίαν τοῦ μνήματος.
13 διελὼν δʼ ἐγὼ τὰς δύο ταύτας μερίδας, ἔδωκα αἵρεσιν τουτῳὶ Ὀλυμπιοδώρῳ ὁποτέραν βούλεται τῶν μερίδων λαβεῖν, καὶ οὗτος εἵλετο τοὺς φαρμακοτρίβας καὶ τὴν οἰκίσκην· ἐγὼ δʼ ἔλαβον τοὺς σακχυφάντας καὶ τὴν οἰκίαν τὴν ἑτέραν. καὶ ταῦτʼ ἔστιν ἃ ἑκάτερος ἡμῶν εἶχεν.
14 ἐν δὲ τῇ μερίδι τῇ τουτουὶ Ὀλυμπιοδώρου ἦν εἷς τῶν φαρμακοτριβῶν, ὃν μάλιστα ἐνόμιζεν πιστὸν ἑαυτῷ εἶναι ὁ Κόμων· ὄνομα δὲ τῷ ἀνθρώπῳ ἐστὶν Μοσχίων. οὗτος ὁ οἰκέτης σχεδόν τι ᾔδει τά τε ἄλλα τὰ τοῦ Κόμωνος ἅπαντα, καὶ δὴ τὸ ἀργύριον οὗ ἦν, τὸ ἔνδον κείμενον τῷ Κόμωνι.
15 καὶ δὴ καὶ ἔλαθεν τὸν Κόμωνα, πρεσβύτερόν τε ὄντα καὶ πεπιστευκότα αὐτῷ, ὑφαιρούμενος τὸ ἀργύριον οὗτος ὁ οἰκέτης ὁ Μοσχίων. καὶ πρῶτον μὲν ὑφαιρεῖται αὐτοῦ χιλίας δραχμὰς χωρίς που κειμένας τοῦ ἄλλου ἀργυρίου, ἔπειτα ἑτέρας ἑβδομήκοντα μνᾶς. καὶ ταῦτα ποιῶν ἐλάνθανεν τὸν Κόμωνα. καὶ τὸ ἀργύριον τοῦτο ἅπαν εἶχεν αὐτὸς διʼ ἑαυτοῦ ὁ ἄνθρωπος.
16 οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, ὦ ἄνδρες δικασταί, ἢ ἡμεῖς διειλόμεθα τὰς μερίδας, ὑποψία τις ἐγένετο καὶ αἴσθησις περὶ τἀνθρώπου τούτου· ἐκ δὲ ταύτης τῆς ὑποψίας ἐδόκει ἐμοὶ καὶ τουτῳὶ Ὀλυμπιοδώρῳ βασανίζειν τὸν ἄνθρωπον. καὶ ὁ ἄνθρωπος, ὦ ἄνδρες δικασταί, αὐτὸς αὑτοῦ κατεῖπε, πρὶν βασανίζεσθαι, ὅτι χιλίας δραχμὰς ὑφείλετο τοῦ Κόμωνος, καὶ ἔφη εἶναι παρʼ ἑαυτῷ ὅσον μὴ ἦν ἀνηλωμένον· περὶ δὲ τοῦ πλείονος ἀργυρίου οὐδʼ ὁτιοῦν εἶπεν ἐν τῷ τότε χρόνῳ· καὶ ἀποδίδωσιν περὶ ἑξακοσίας τινὰς δραχμάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme