Thesauros Literature Oratory πρὸς Τιμόθεον ὑπὲρ χρέως

πρὸς Τιμόθεον ὑπὲρ χρέως

πρὸς Τιμόθεον ὑπὲρ χρέως Demosthenes
68 ἡδέως δʼ ἂν ἔγωγε πυθοίμην ὑμῶν εἰ ὀργίζεσθε τοῖς ἀνεσκευασμένοις τῶν τραπεζιτῶν. εἰ γὰρ ἐκείνοις ὀργίζεσθε δικαίως ὅτι ἀδικοῦσιν ὑμᾶς, πῶς οὐκ εἰκός ἐστιν βοηθεῖν τοῖς μηδὲν ἀδικοῦσιν; καὶ μὴν διὰ τούτους τοὺς ἄνδρας αἱ τράπεζαι ἀνασκευάζονται, ὅταν ἀπορούμενοι μὲν δανείζωνται καὶ οἴωνται διὰ τὴν δόξαν πιστεύεσθαι δεῖν, εὐπορήσαντες δὲ μὴ ἀποδιδῶσιν, ἀλλʼ ἀποστερῶσιν.
69 ὅσων μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἐδυνάμην ὑμῖν μάρτυρας παρασχέσθαι, μεμαρτυρήκασί μοι· ἔτι δὲ καὶ ἐκ τεκμηρίων δεδήλωκα ὑμῖν ὡς ὀφείλει Τιμόθεος τὸ ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ. δέομαι οὖν ὑμῶν συνεισπρᾶξαί μοι τοὺς ὀφείλοντας, ἅ μοι ὁ πατὴρ κατέλιπεν.
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme