Thesauros Literature Oratory πρὸς Τιμόθεον ὑπὲρ χρέως

πρὸς Τιμόθεον ὑπὲρ χρέως

πρὸς Τιμόθεον ὑπὲρ χρέως Demosthenes
17 ταύτας Φίλιππος δανείσας ἀποστερεῖται, καὶ ἅμα δεδιὼς τὸν Φίλιππον, μὴ καταμαρτυροίη αὑτοῦ ἐν τῷ ἀγῶνι, προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐδεήθη ἀπαλλάξαι τὸν Φίλιππον καὶ χρῆσαι αὑτῷ τὰς χιλίας δραχμάς, ἵνα ἀποδοίη Φιλίππῳ. ὁρῶν δὲ ὁ πατὴρ ὁ ἐμὸς τό τε μέγεθος τοῦ ἀγῶνος ἡλίκον ἦν τούτῳ, καὶ ὡς ἠπορεῖτο οὗτος, καὶ ἐλεῶν αὐτόν, προσαγαγὼν πρὸς τὴν τράπεζαν ἐκέλευσεν ἀποδοῦναι Φιλίππῳ χιλίας δραχμὰς τὸν Φορμίωνα τὸν ἐπικαθήμενον ἐπὶ τῇ τραπέζῃ, καὶ γράψαι ὀφείλοντα Τιμόθεον.
18 καὶ ταῦτα ὅτι ἀληθῆ ἐστιν, τὸν δόντα τὸ ἀργύριον Φορμίωνα ὑμῖν μάρτυρα παρέξομαι, ἐπειδὰν καὶ περὶ τοῦ ἄλλου συμβολαίου διηγήσωμαι ὑμῖν, ἵνα τῇ αὐτῇ μαρτυρίᾳ περὶ ὅλου τοῦ χρέως ἀκούσαντες εἰδῆτε ὅτι ἀληθῆ λέγω. καλῶ δʼ ὑμῖν καὶ τὸν Ἀντιφάνην τὸν δανείσαντα τὸ ἀργύριον τούτῳ, τὰς χιλίας δραχμάς, ἐν Καλαυρείᾳ, καὶ παρόντα ὅτε ἀπέλαβε Φίλιππος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐνθάδε.
19 τοῦ μὲν γὰρ μαρτυρίαν με ἐμβαλέσθαι πρὸς τὸν διαιτητὴν παρεκρούσατο, φάσκων ἀεί μοι μαρτυρήσειν εἰς τὴν κυρίαν· ἐπειδὴ δὲ ἡ δίαιτα ἦν, προσκληθεὶς ἀπὸ τῆς οἰκίας (οὐ γὰρ ἦν φανερός), ἔλιπε τὴν μαρτυρίαν πεισθεὶς ὑπὸ τούτου. τιθέντος δέ μου αὐτῷ τὴν δραχμὴν τοῦ λιπομαρτυρίου κατὰ τὸν νόμον, ὁ διαιτητὴς οὐ κατεδιῄτα, ἀλλʼ ἀπιὼν ᾤχετο ἀποδιαιτήσας τούτου τὴν δίαιταν, ἑσπέρας ἤδη οὔσης.
20 νυνὶ δὲ τῷ Ἀντιφάνει εἴληχα βλάβης ἰδίαν δίκην, ὅτι μοι οὔτʼ ἐμαρτύρησεν οὔτʼ ἐξωμόσατο κατὰ τὸν νόμον. καὶ ἀξιῶ αὐτὸν ἀναβάντα εἰπεῖν ἐναντίον ὑμῶν διομοσάμενον, πρῶτον μὲν εἰ ἐδάνεισε Τιμοθέῳ ἐν Καλαυρείᾳ χιλίας δραχμάς, δεύτερον δʼ εἰ παρὰ τοῦ πατρὸς Φίλιππος ἀπέλαβεν ἐνθάδε τοῦτο τὸ ἀργύριον.
21 σχεδὸν μὲν οὖν καὶ αὐτὸς οὗτος ὡμολόγει πρὸς τῷ διαιτητῇ ἀποδοῦναι τῷ Φιλίππῳ τὸν πατέρα τὸν ἐμὸν τὰς χιλίας δραχμάς, οὐ μέντοι αὑτῷ γέ φησιν δανεῖσαι, ἀλλὰ τῷ Βοιωτίῳ ναυάρχῳ, καὶ ὑποθεῖναί φησιν αὐτὸν τούτου τοῦ ἀργυρίου χαλκόν. ὡς δὲ οὐκ ἀληθῆ ἔλεγεν, ἀλλʼ αὐτὸς δανεισάμενος ἀποστερεῖ, ἐγὼ ὑμᾶς διδάξω, ἐπειδὰν καὶ περὶ τῶν ἄλλων ὧν ὀφείλει καθʼ ἕκαστον ὑμῖν διηγήσωμαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme