Thesauros Literature Oratory κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας Demosthenes
44 πόλλʼ ἂν εἰπεῖν ἔχοιμʼ, ὦ ἄνδρες δικασταί, καὶ ὡς ἡμεῖς χρήσιμοι, καὶ αὐτοὶ καὶ ὁ πατήρ, ἕως ἔζη, καὶ τριηραρχοῦντες καὶ στρατευόμενοι καὶ τὸ προσταττόμενον ποιοῦντες, καὶ ὡς οὐδὲν οὔθʼ οὗτος οὔτε τῶν τούτου οὐδείς· ἀλλʼ οὔτε τὸ ὕδωρ ἱκανὸν οὔτε νῦν περὶ τούτων ὁ λόγος ἐστίν. εἰ γὰρ δὴ ὁμολογουμένως ἔτι τούτων καὶ ἀχρηστοτέροις καὶ πονηροτέροις ἡμῖν εἶναι συνέβαινεν, οὐ τυπτητέοι, οὐδʼ ὑβριστέοι δήπου ἐσμέν.
44 οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme