Thesauros Literature Oratory κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας

κατὰ Κόνωνος αἰκείας Demosthenes
18 φασὶ τοίνυν ταύτας διὰ τοῦτο γίγνεσθαι, ἵνα μὴ λοιδορούμενοι τύπτειν ἀλλήλους προάγωνται. πάλιν αἰκείας εἰσί· καὶ ταύτας ἀκούω διὰ τοῦτʼ εἶναι τὰς δίκας, ἵνα μηδείς, ὅταν ἥττων ᾖ, λίθῳ μηδὲ τῶν τοιούτων ἀμύνηται μηδενί, ἀλλὰ τὴν ἐκ τοῦ νόμου δίκην ἀναμένῃ. τραύματος πάλιν εἰσὶν γραφαὶ τοῦ μὴ τιτρωσκομένων τινῶν φόνους γίγνεσθαι.
19 τὸ φαυλότατον, οἶμαι, τὸ τῆς λοιδορίας, πρὸ τοῦ τελευταίου καὶ δεινοτάτου προεώραται, τοῦ μὴ φόνον γίγνεσθαι, μηδὲ κατὰ μικρὸν ὑπάγεσθαι ἐκ μὲν λοιδορίας εἰς πληγάς, ἐκ δὲ πληγῶν εἰς τραύματα, ἐκ δὲ τραυμάτων εἰς θάνατον, ἀλλʼ ἐν τοῖς νόμοις εἶναι τούτων ἑκάστου τὴν δίκην, μὴ τῇ τοῦ προστυχόντος ὀργῇ μηδὲ βουλήσει ταῦτα κρίνεσθαι.
20 εἶτʼ ἐν μὲν τοῖς νόμοις οὕτως· ἂν δʼ εἴπῃ Κόνων ἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι, καὶ ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν, εἶτα γελάσαντες ὑμεῖς ἀφήσετε; οὐκ οἴομαί γε. οὐ γὰρ ἂν γέλως ὑμῶν ἔλαβεν οὐδένα, εἰ παρὼν ἐτύγχανεν ἡνίχʼ εἱλκόμην καὶ ἐξεδυόμην καὶ ὑβριζόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, ἐξεπεπηδήκει δὲ μετὰ ταῦθʼ ἡ μήτηρ, καὶ κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρʼ ἡμῖν ἦν ὡσπερανεὶ τεθνεῶτός τινος, ὥστε τῶν γειτόνων τινὰς πέμψαι πρὸς ἡμᾶς ἐρησομένους ὅ τι ἐστὶν τὸ συμβεβηκός.
21 ὅλως δʼ, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν οὐδεμίαν τοιαύτην οὐδʼ ἄδειαν ὑπάρχειν παρʼ ὑμῖν, διʼ ἣν ὑβρίζειν ἐξέσται· εἰ δʼ ἄρʼ ἐστίν τῳ, τοῖς διʼ ἡλικίαν τούτων τι πράττουσιν, τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας καταφυγάς, κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλʼ εἰς τὸ τῆς προσηκούσης ἐλάττω.
22 ὅστις δʼ ἐτῶν μέν ἐστιν πλειόνων ἢ πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν ἢ διεκώλυσεν, ἀλλʼ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγένηται, τίνʼ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην; ἐγὼ μὲν γὰρ οὐδʼ ἀποθανόντʼ οἴομαι. καὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλʼ εἰ παρεστηκότος τούτου Κτησίας ὁ υἱὸς ὁ τούτου ταὔθʼ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο, τοῦτον ἐμισεῖτʼ ἂν δικαίως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme