Thesauros Literature Oratory πρὸς Καλλικλέα περὶ χωρίου βλάβης

πρὸς Καλλικλέα περὶ χωρίου βλάβης

πρὸς Καλλικλέα περὶ χωρίου βλάβης Demosthenes
35 μὴ οὖν πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί, προῆσθέ με τούτοις μηδὲν ἀδικοῦντα. οὐ γὰρ τῆς ζημίας τοσοῦτόν τί μοι μέλει, χαλεπὸν ὂν πᾶσι τοῖς μικρὰν οὐσίαν ἔχουσιν· ἀλλʼ ἐκβάλλουσιν ὅλως ἐκ τοῦ δήμου μʼ ἐλαύνοντες καὶ συκοφαντοῦντες. ὅτι δʼ οὐκ ἀδικοῦμεν οὐδέν, ἕτοιμοι μὲν ἦμεν ἐπιτρέπειν τοῖς εἰδόσιν, τοῖς ἴσοις καὶ κοινοῖς, ἕτοιμοι δʼ ὀμνύναι τὸν νόμιμον ὅρκον· ταῦτα γὰρ ᾠόμεθʼ ἰσχυρότατʼ ἂν παρασχέσθαι τοῖς αὐτοῖς ὑμῖν ὀμωμοκόσιν. καί μοι λαβὲ τήν τε πρόκλησιν καὶ τὰς ὑπολοίπους ἔτι μαρτυρίας.
35 ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.
← Previous 8 / 8

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme